5.5.1 ἐν δὲ τῇ παρακομιδῇ τῇ ἐς τὴν Σικελίαν καὶ πάλιν ἀναχωρήσει καὶ ἐν τῇ Ἰταλίᾳ τισὶ πόλεσιν ἐχρημάτισε περὶ φιλίας τοῖς Ἀθηναίοις , καὶ Λοκρῶν ἐντυγχάνει τοῖς ἐκ Μεσσήνης ἐποίκοις ἐκπεπτωκόσιν , οἳ μετὰ τὴν τῶν Σικελιωτῶν ὁμολογίαν στασιασάντων Μεσσηνίων καὶ ἐπαγαγομένων τῶν ἑτέρων Λοκροὺς ἔποικοι ἐξεπέμφθησαν , καὶ ἐγένετο Μεσσήνη Λοκρῶν τινὰ χρόνον .
5.5.2 τούτοις οὖν Φαίαξ ἐντυχὼν τοῖς κομιζομένοις οὐκ ἠδίκησεν · ἐγεγένητο γὰρ τοῖς Λοκροῖς πρὸς αὐτὸν ὁμολογία ξυμβάσεως πέρι πρὸς τοὺς Ἀθηναίους .
5.5.3 μόνοι γὰρ τῶν ξυμμάχων , ὅτε Σικελιῶται ξυνηλλάσσοντο , οὐκ ἐσπείσαντο Ἀθηναίοις , οὐδ’ ἂν τότε , εἰ μὴ αὐτοὺς κατεῖχεν πρὸς Ἱππωνιᾶς καὶ Μεδμαίους πόλεμος ὁμόρους τε ὄντας καὶ ἀποίκους . καὶ μὲν Φαίαξ ἐς τὰς Ἀθήνας χρόνῳ ὕστερον ἀφίκετο .
5.6.1 δὲ Κλέων ὡς ἀπὸ τῆς Τορώνης τότε περιέπλευσεν ἐπὶ τὴν Ἀμφίπολιν , ὁρμώμενος ἐκ τῆς Ἠιόνος Σταγίρῳ μὲν προσβάλλει Ἀνδρίων ἀποικίᾳ καὶ οὐχ εἷλε , Ἀληψὸν δὲ τὴν Θασίων ἀποικίαν λαμβάνει κατὰ κράτος .
5.6.2 καὶ πέμψας ὡς Περδίκκαν πρέσβεις , ὅπως παραγένοιτο στρατιᾷ κατὰ τὸ ξυμμαχικόν , καὶ ἐς τὴν Θρᾴκην ἄλλους παρὰ Πολλῆν τὸν Ὀδομάντων βασιλέα , ἄξοντας μισθοῦ Θρᾷκας ὡς πλείστους , αὐτὸς ἡσύχαζε περιμένων ἐν τῇ Ἠιόνι .