4.124.3 καὶ ἐχόντων τῶν μὲν πεζῶν λόφον ἑκατέρωθεν , πεδίου δὲ τοῦ μέσου ὄντος , οἱ ἱππῆς ἐς αὐτὸ καταδραμόντες ἱππομάχησαν πρῶτα ἀμφοτέρων , ἔπειτα δὲ καὶ Βρασίδας καὶ Περδίκκας , προελθόντων προτέρων ἀπὸ τοῦ λόφου μετὰ τῶν ἱππέων τῶν Λυγκηστῶν ὁπλιτῶν καὶ ἑτοίμων ὄντων μάχεσθαι , ἀντεπαγαγόντες καὶ αὐτοὶ ξυνέβαλον καὶ ἔτρεψαν τοὺς Λυγκηστάς , καὶ πολλοὺς μὲν διέφθειραν , οἱ δὲ λοιποὶ διαφυγόντες πρὸς τὰ μετέωρα ἡσύχαζον .
4.124.4 μετὰ δὲ τοῦτο τροπαῖον στήσαντες δύο μὲν τρεῖς ἡμέρας ἐπέσχον , τοὺς Ἰλλυριοὺς μένοντες , οἳ ἔτυχον τῷ Περδίκκᾳ μισθοῦ μέλλοντες ἥξειν · ἔπειτα Περδίκκας ἐβούλετο προϊέναι ἐπὶ τὰς τοῦ Ἀρραβαίου κώμας καὶ μὴ καθῆσθαι , Βρασίδας δὲ τῆς τε Μένδης περιορώμενος , μὴ τῶν Ἀθηναίων πρότερον ἐπιπλευσάντων τι πάθῃ , καὶ ἅμα τῶν Ἰλλυριῶν οὐ παρόντων , οὐ πρόθυμος ἦν , ἀλλὰ ἀναχωρεῖν μᾶλλον .
4.125.1 καὶ ἐν τούτῳ διαφερομένων αὐτῶν ἠγγέλθη ὅτι οἱ Ἰλλυριοὶ μετ’ Ἀρραβαίου προδόντες Περδίκκαν γεγένηνται · ὥστε ἤδη ἀμφοτέροις μὲν δοκοῦν ἀναχωρεῖν διὰ τὸ δέος αὐτῶν ὄντων ἀνθρώπων μαχίμων , κυρωθὲν δὲ οὐδὲν ἐκ τῆς διαφορᾶς ὁπηνίκα χρὴ ὁρμᾶσθαι , νυκτός τε ἐπιγενομένης , οἱ μὲν Μακεδόνες καὶ τὸ πλῆθος τῶν βαρβάρων εὐθὺς φοβηθέντες , ὅπερ φιλεῖ μεγάλα στρατόπεδα ἀσαφῶς ἐκπλήγνυσθαι , καὶ νομίσαντες πολλαπλασίους μὲν ἦλθον ἐπιέναι , ὅσον δὲ οὔπω παρεῖναι , καταστάντες ἐς αἰφνίδιον φυγὴν ἐχώρουν ἐπ’ οἴκου , καὶ τὸν Περδίκκαν τὸ πρῶτον οὐκ αἰσθανόμενον , ὡς ἔγνω , ἠνάγκασαν πρὶν τὸν Βρασίδαν ἰδεῖν ( ἄπωθεν γὰρ πολὺ ἀλλήλων ἐστρατοπεδεύοντο ) προαπελθεῖν .