4.125.2 Βρασίδας δὲ ἅμα τῇ ἕῳ ὡς εἶδε τοὺς Μακεδόνας προκεχωρηκότας τούς τε Ἰλλυριοὺς καὶ τὸν Ἀρραβαῖον μέλλοντας ἐπιέναι , ξυναγαγὼν καὶ αὐτὸς ἐς τετράγωνον τάξιν τοὺς ὁπλίτας καὶ τὸν ψιλὸν ὅμιλον ἐς μέσον λαβὼν διενοεῖτο ἀναχωρεῖν .
4.125.3 ἐκδρόμους δέ , εἴ πῃ προσβάλλοιεν αὐτοῖς , ἔταξε τοὺς νεωτάτους , καὶ αὐτὸς λογάδας ἔχων τριακοσίους τελευταῖος γνώμην εἶχεν ὑποχωρῶν τοῖς τῶν ἐναντίων πρώτοις προσκεισομένοις ἀνθιστάμενος ἀμύνεσθαι .
4.125.4 καὶ πρὶν τοὺς πολεμίους ἐγγὺς εἶναι , ὡς διὰ ταχέων παρεκελεύσατο τοῖς στρατιώταις τοιάδε .
4.126.1 " εἰ μὲν μὴ ὑπώπτευον , ἄνδρες Πελοποννήσιοι , ὑμᾶς τῷ τε μεμονῶσθαι καὶ ὅτι βάρβαροι οἱ ἐπιόντες καὶ πολλοὶ ἔκπληξιν ἔχειν , οὐκ ἂν ὁμοίως διδαχὴν ἅμα τῇ παρακελεύσει ἐποιούμην · νῦν δὲ πρὸς μὲν τὴν ἀπόλειψιν τῶν ἡμετέρων καὶ τὸ πλῆθος τῶν ἐναντίων βραχεῖ ὑπομνήματι καὶ παραινέσει τὰ μέγιστα πειράσομαι πείθειν .
4.126.2 ἀγαθοῖς γὰρ εἶναι ὑμῖν προσήκει τὰ πολέμια οὐ διὰ ξυμμάχων παρουσίαν ἑκάστοτε , ἀλλὰ δι’ οἰκείαν ἀρετήν , καὶ μηδὲν πλῆθος πεφοβῆσθαι ἑτέρων , οἵ γε μηδὲ ἀπὸ πολιτειῶν τοιούτων ἥκετε , ἐν αἷς οὐ πολλοὶ ὀλίγων ἄρχουσιν , ἀλλὰ πλεόνων μᾶλλον ἐλάσσους , οὐκ ἄλλῳ τινὶ κτησάμενοι τὴν δυναστείαν τῷ μαχόμενοι κρατεῖν .
4.126.3 βαρβάρους δὲ οὓς νῦν ἀπειρίᾳ δέδιτε μαθεῖν χρή , ἐξ ὧν τε προηγώνισθε τοῖς Μακεδόσιν αὐτῶν καὶ ἀφ’ ὧν ἐγὼ εἰκάζω τε καὶ ἄλλων ἀκοῇ ἐπίσταμαι , οὐ δεινοὺς ἐσομένους .