4.123.2 δι’ καὶ οἱ Μενδαῖοι μᾶλλον ἐτόλμησαν , τήν τε τοῦ Βρασίδου γνώμην ὁρῶντες ἑτοίμην , τεκμαιρόμενοι καὶ ἀπὸ τῆς Σκιώνης ὅτι οὐ προυδίδου , καὶ ἅμα τῶν πρασσόντων σφίσιν ὀλίγων τε ὄντων καὶ ὡς τότε ἐμέλλησαν οὐκέτι ἀνέντων , ἀλλὰ περὶ σφίσιν αὐτοῖς φοβουμένων τὸ κατάδηλον καὶ καταβιασαμένων παρὰ γνώμην τοὺς πολλούς .
4.123.3 οἱ δὲ Ἀθηναῖοι εὐθὺς πυθόμενοι , πολλῷ ἔτι μᾶλλον ὀργισθέντες παρεσκευάζοντο ἐπ’ ἀμφοτέρας τὰς πόλεις .
4.123.4 καὶ Βρασίδας προσδεχόμενος τὸν ἐπίπλουν αὐτῶν ὑπεκκομίζει ἐς Ὄλυνθον τὴν Χαλκιδικὴν παῖδας καὶ γυναῖκας τῶν Σκιωναίων καὶ Μενδαίων , καὶ τῶν Πελοποννησίων αὐτοῖς πεντακοσίους ὁπλίτας διέπεμψε καὶ πελταστὰς τριακοσίους Χαλκιδέων , ἄρχοντά τε τῶν ἁπάντων Πολυδαμίδαν . καὶ οἱ μὲν τὰ περὶ σφᾶς αὐτούς , ὡς ἐν τάχει παρεσομένων τῶν Ἀθηναίων , κοινῇ ηὐτρεπίζοντο .
4.124.1 Βρασίδας δὲ καὶ Περδίκκας ἐν τούτῳ στρατεύουσιν ἅμα ἐπὶ Ἀρραβαῖον τὸ δεύτερον ἐς Λύγκον . καὶ ἦγον μὲν ὧν ἐκράτει Μακεδόνων τὴν δύναμιν καὶ τῶν ἐνοικούντων Ἑλλήνων ὁπλίτας , δὲ πρὸς τοῖς αὐτοῦ περιλοίποις τῶν Πελοποννησίων Χαλκιδέας καὶ Ἀκανθίους καὶ τῶν ἄλλων κατὰ δύναμιν ἑκάστων . ξύμπαν δὲ τὸ ὁπλιτικὸν τῶν Ἑλλήνων τρισχίλιοι μάλιστα , ἱππῆς δ’ οἱ πάντες ἠκολούθουν Μακεδόνων ξὺν Χαλκιδεῦσιν ὀλίγου ἐς χιλίους , καὶ ἄλλος ὅμιλος τῶν βαρβάρων πολύς .
4.124.2 ἐσβαλόντες δὲ ἐς τὴν Ἀρραβαίου καὶ εὑρόντες ἀντεστρατοπεδευμένους αὑτοῖς τοὺς Λυγκηστὰς ἀντεκαθέζοντο καὶ αὐτοί .