4.122.2 καὶ μὲν στρατιὰ πάλιν διέβη ἐς Τορώνην , οἱ δὲ τῷ Βρασίδᾳ ἀνήγγελλον τὴν ξυνθήκην , καὶ ἐδέξαντο πάντες οἱ ἐπὶ Θρᾴκης ξύμμαχοι Λακεδαιμονίων τὰ πεπραγμένα .
4.122.3 Ἀριστώνυμος δὲ τοῖς μὲν ἄλλοις κατῄνει , Σκιωναίους δὲ αἰσθόμενος ἐκ λογισμοῦ τῶν ἡμερῶν ὅτι ὕστερον ἀφεστήκοιεν , οὐκ ἔφη ἐνσπόνδους ἔσεσθαι . Βρασίδας δὲ ἀντέλεγε πολλά , ὡς πρότερον , καὶ οὐκ ἀφίει τὴν πόλιν .
4.122.4 ὡς δ’ ἀπήγγελλεν ἐς τὰς Ἀθήνας Ἀριστώνυμος περὶ αὐτῶν , οἱ Ἀθηναῖοι εὐθὺς ἑτοῖμοι ἦσαν στρατεύειν ἐπὶ τὴν Σκιώνην . οἱ δὲ Λακεδαιμόνιοι πρέσβεις πέμψαντες παραβήσεσθαι ἔφασαν αὐτοὺς τὰς σπονδάς , καὶ τῆς πόλεως ἀντεποιοῦντο Βρασίδᾳ πιστεύοντες , δίκῃ τε ἑτοῖμοι ἦσαν περὶ αὐτῆς κρίνεσθαι .
4.122.5 οἱ δὲ δίκῃ μὲν οὐκ ἤθελον κινδυνεύειν , στρατεύειν δὲ ὡς τάχιστα , ὀργὴν ποιούμενοι εἰ καὶ οἱ ἐν ταῖς νήσοις ἤδη ὄντες ἀξιοῦσι σφῶν ἀφίστασθαι , τῇ κατὰ γῆν Λακεδαιμονίων ἰσχύι ἀνωφελεῖ πιστεύοντες .
4.122.6 εἶχε δὲ καὶ ἀλήθεια περὶ τῆς ἀποστάσεως μᾶλλον οἱ Ἀθηναῖοι ἐδικαίουν · δύο γὰρ ἡμέραις ὕστερον ἀπέστησαν οἱ Σκιωναῖοι . ψήφισμά τ’ εὐθὺς ἐποιήσαντο , Κλέωνος γνώμῃ πεισθέντες , Σκιωναίους ἐξελεῖν τε καὶ ἀποκτεῖναι . καὶ τἆλλα ἡσυχάζοντες ἐς τοῦτο παρεσκευάζοντο .
4.123.1 ἐν τούτῳ δὲ Μένδη ἀφίσταται αὐτῶν , πόλις ἐν τῇ Παλλήνῃ , Ἐρετριῶν ἀποικία . καὶ αὐτοὺς ἐδέξατο Βρασίδας , οὐ νομίζων ἀδικεῖν , ὅτι ἐν τῇ ἐκεχειρίᾳ φανερῶς προσεχώρησαν · ἔστι γὰρ καὶ αὐτὸς ἐνεκάλει τοῖς Ἀθηναίοις παραβαίνειν τὰς σπονδάς .