4.101.5 ἀπέθανε δὲ καὶ Σιτάλκης Ὀδρυσῶν βασιλεὺς ὑπὸ τὰς αὐτὰς ἡμέρας τοῖς ἐπὶ Δηλίῳ , στρατεύσας ἐπὶ Τριβαλλοὺς καὶ νικηθεὶς μάχῃ . Σεύθης δὲ Σπαραδόκου ἀδελφιδοῦς ὢν αὐτοῦ ἐβασίλευσεν Ὀδρυσῶν τε καὶ τῆς ἄλλης Θρᾴκης ἧσπερ καὶ ἐκεῖνος .
4.102.1 τοῦ δ’ αὐτοῦ χειμῶνος Βρασίδας ἔχων τοὺς ἐπὶ Θρᾴκης ξυμμάχους ἐστράτευσεν ἐς Ἀμφίπολιν τὴν ἐπὶ Στρυμόνι ποταμῷ Ἀθηναίων ἀποικίαν .
4.102.2 τὸ δὲ χωρίον τοῦτο ἐφ’ οὗ νῦν πόλις ἐστὶν ἐπείρασε μὲν πρότερον καὶ Ἀρισταγόρας Μιλήσιος φεύγων βασιλέα Δαρεῖον κατοικίσαι , ἀλλὰ ὑπὸ Ἠδώνων ἐξεκρούσθη , ἔπειτα δὲ καὶ οἱ Ἀθηναῖοι ἔτεσι δύο καὶ τριάκοντα ὕστερον , ἐποίκους μυρίους σφῶν τε αὐτῶν καὶ τῶν ἄλλων τὸν βουλόμενον πέμψαντες , οἳ διεφθάρησαν ἐν Δραβήσκῳ ὑπὸ Θρᾳκῶν .
4.102.3 καὶ αὖθις ἑνὸς δέοντι τριακοστῷ ἔτει ἐλθόντες οἱ Ἀθηναῖοι , Ἅγνωνος τοῦ Νικίου οἰκιστοῦ ἐκπεμφθέντος , Ἠδῶνας ἐξελάσαντες ἔκτισαν τὸ χωρίον τοῦτο , ὅπερ πρότερον Ἐννέα ὁδοὶ ἐκαλοῦντο .
4.102.4 ὡρμῶντο δὲ ἐκ τῆς Ἠιόνος , ἣν αὐτοὶ εἶχον ἐμπόριον ἐπὶ τῷ στόματι τοῦ ποταμοῦ ἐπιθαλάσσιον , πέντε καὶ εἴκοσι σταδίους ἀπέχον ἀπὸ τῆς νῦν πόλεως , ἣν Ἀμφίπολιν Ἅγνων ὠνόμασεν , ὅτι ἐπ’ ἀμφότερα περιρρέοντος τοῦ Στρυμόνος [ διὰ τὸ περιέχειν αὐτὴν ] τείχει μακρῷ ἀπολαβὼν ἐκ ποταμοῦ ἐς ποταμὸν περιφανῆ ἐς θάλασσάν τε καὶ τὴν ἤπειρον ᾤκισεν .
4.103.1 ἐπὶ ταύτην οὖν Βρασίδας ἄρας ἐξ Ἀρνῶν τῆς Χαλκιδικῆς ἐπορεύετο τῷ στρατῷ . καὶ ἀφικόμενος περὶ δείλην ἐπὶ τὸν Αὐλῶνα καὶ Βορμίσκον , Βόλβη λίμνη ἐξίησιν ἐς θάλασσαν , καὶ δειπνοποιησάμενος ἐχώρει τὴν νύκτα .