4.100.4 δὲ πνοὴ ἰοῦσα στεγανῶς ἐς τὸν λέβητα , ἔχοντα ἄνθρακάς τε ἡμμένους καὶ θεῖον καὶ πίσσαν , φλόγα ἐποίει μεγάλην καὶ ἧψε τοῦ τείχους , ὥστε μηδένα ἔτι ἐπ’ αὐτοῦ μεῖναι , ἀλλὰ ἀπολιπόντας ἐς φυγὴν καταστῆναι καὶ τὸ τείχισμα τούτῳ τῷ τρόπῳ ἁλῶναι .
4.100.5 τῶν δὲ φρουρῶν οἱ μὲν ἀπέθανον , διακόσιοι δὲ ἐλήφθησαν · τῶν δὲ ἄλλων τὸ πλῆθος ἐς τὰς ναῦς ἐσβὰν ἀπεκομίσθη ἐπ’ οἴκου .
4.101.1 τοῦ δὲ Δηλίου ἑπτακαιδεκάτῃ ἡμέρᾳ ληφθέντος μετὰ τὴν μάχην καὶ τοῦ ἀπὸ τῶν Ἀθηναίων κήρυκος οὐδὲν ἐπισταμένου τῶν γεγενημένων ἐλθόντος οὐ πολὺ ὕστερον αὖθις περὶ τῶν νεκρῶν , ἀπέδοσαν οἱ Βοιωτοὶ καὶ οὐκέτι ταὐτὰ ἀπεκρίναντο .
4.101.2 ἀπέθανον δὲ Βοιωτῶν μὲν ἐν τῇ μάχῃ ὀλίγῳ ἐλάσσους πεντακοσίων , Ἀθηναίων δὲ ὀλίγῳ ἐλάσσους χιλίων καὶ Ἱπποκράτης στρατηγός , ψιλῶν δὲ καὶ σκευοφόρων πολὺς ἀριθμός .
4.101.3 μετὰ δὲ τὴν μάχην ταύτην καὶ Δημοσθένης ὀλίγῳ ὕστερον , ὡς αὐτῷ τότε πλεύσαντι τὰ περὶ τὰς Σίφας τῆς προδοσίας πέρι οὐ προυχώρησεν , ἔχων τὸν στρατὸν ἐπὶ τῶν νεῶν τῶν τε Ἀκαρνάνων καὶ Ἀγραίων καὶ Ἀθηναίων τετρακοσίους ὁπλίτας , ἀπόβασιν ἐποιήσατο ἐς τὴν Σικυωνίαν .
4.101.4 καὶ πρὶν πάσας τὰς ναῦς καταπλεῦσαι βοηθήσαντες οἱ Σικυώνιοι τοὺς ἀποβεβηκότας ἔτρεψαν καὶ κατεδίωξαν ἐς τὰς ναῦς , καὶ τοὺς μὲν ἀπέκτειναν , τοὺς δὲ ζῶντας ἔλαβον . τροπαῖον δὲ στήσαντες τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν .