4.103.2 χειμὼν δὲ ἦν καὶ ὑπένειφεν · καὶ μᾶλλον ὥρμησε , βουλόμενος λαθεῖν τοὺς ἐν τῇ Ἀμφιπόλει πλὴν τῶν προδιδόντων .
4.103.3 ἦσαν γὰρ Ἀργιλίων τε ἐν αὐτῇ οἰκήτορες ( εἰσὶ δὲ οἱ Ἀργίλιοι Ἀνδρίων ἄποικοι ) καὶ ἄλλοι οἳ ξυνέπρασσον ταῦτα , οἱ μὲν Περδίκκᾳ πειθόμενοι , οἱ δὲ Χαλκιδεῦσιν .
4.103.4 μάλιστα δὲ οἱ Ἀργίλιοι , ἐγγύς τε προσοικοῦντες καὶ αἰεί ποτε τοῖς Ἀθηναίοις ὄντες ὕποπτοι καὶ ἐπιβουλεύοντες τῷ χωρίῳ , ἐπειδὴ παρέτυχεν καιρὸς καὶ Βρασίδας ἦλθεν , ἔπραξάν τε ἐκ πλέονος πρὸς τοὺς ἐμπολιτεύοντας σφῶν ἐκεῖ ὅπως ἐνδοθήσεται πόλις , καὶ τότε δεξάμενοι αὐτὸν τῇ πόλει καὶ ἀποστάντες τῶν Ἀθηναίων ἐκείνῃ τῇ νυκτὶ κατέστησαν τὸν στρατὸν πρὸ ἕω ἐπὶ τὴν γέφυραν τοῦ ποταμοῦ .
4.103.5 ἀπέχει δὲ τὸ πόλισμα πλέον τῆς διαβάσεως , καὶ οὐ καθεῖτο τείχη ὥσπερ νῦν , φυλακὴ δέ τις βραχεῖα καθειστήκει · ἣν βιασάμενος ῥᾳδίως Βρασίδας , ἅμα μὲν τῆς προδοσίας οὔσης , ἅμα δὲ καὶ χειμῶνος ὄντος καὶ ἀπροσδοκήτοις προσπεσών , διέβη τὴν γέφυραν , καὶ τὰ ἔξω τῶν Ἀμφιπολιτῶν οἰκούντων κατὰ πᾶν τὸ χωρίον εὐθὺς εἶχεν .
4.104.1 τῆς δὲ διαβάσεως αὐτοῦ ἄφνω τοῖς ἐν τῇ πόλει γεγενημένης , καὶ τῶν ἔξω πολλῶν μὲν ἁλισκομένων , τῶν δὲ καὶ καταφευγόντων ἐς τὸ τεῖχος , οἱ Ἀμφιπολῖται ἐς θόρυβον μέγαν κατέστησαν , ἄλλως τε καὶ ἀλλήλοις ὕποπτοι ὄντες .
4.104.2 καὶ λέγεται Βρασίδαν , εἰ ἠθέλησε μὴ ἐφ’ ἁρπαγὴν τῷ στρατῷ τραπέσθαι , ἀλλ’ εὐθὺς χωρῆσαι πρὸς τὴν πόλιν , δοκεῖν ἂν ἑλεῖν .