4.99.1 οἱ δὲ Βοιωτοὶ ἀπεκρίναντο , εἰ μὲν ἐν τῇ Βοιωτίᾳ εἰσίν , ἀπιόντας ἐκ τῆς ἑαυτῶν ἀποφέρεσθαι τὰ σφέτερα , εἰ δὲ ἐν τῇ ἐκείνων , αὐτοὺς γιγνώσκειν τὸ ποιητέον , νομίζοντες , τὴν μὲν Ὠρωπίαν , ἐν τοὺς νεκροὺς ἐν μεθορίοις τῆς μάχης γενομένης κεῖσθαι ξυνέβη , Ἀθηναίων κατὰ τὸ ὑπήκοον εἶναι , καὶ οὐκ ἂν αὐτοὺς βίᾳ σφῶν κρατῆσαι αὐτῶν · οὐδ’ αὖ ἐσπένδοντο δῆθεν ὑπὲρ τῆς ἐκείνων · τὸ δὲ " ἐκ τῆς ἑαυτῶν’ εὐπρεπὲς εἶναι ἀποκρίνασθαι " ἀπιόντας καὶ ἀπολαβεῖν ἀπαιτοῦσιν . " δὲ κῆρυξ τῶν Ἀθηναίων ἀκούσας ἀπῆλθεν ἄπρακτος .
4.100.1 καὶ οἱ Βοιωτοὶ εὐθὺς μεταπεμψάμενοι ἔκ τε τοῦ Μηλιῶς κόλπου ἀκοντιστὰς καὶ σφενδονήτας , καὶ βεβοηθηκότων αὐτοῖς μετὰ τὴν μάχην Κορινθίων τε δισχιλίων ὁπλιτῶν καὶ τῶν ἐκ Νισαίας ἐξεληλυθότων Πελοποννησίων φρουρῶν καὶ Μεγαρέων ἅμα , ἐστράτευσαν ἐπὶ τὸ Δήλιον καὶ προσέβαλον τῷ τειχίσματι , ἄλλῳ τε τρόπῳ πειράσαντες καὶ μηχανὴν προσήγαγον , ἥπερ εἷλεν αὐτό , τοιάνδε .
4.100.2 κεραίαν μεγάλην δίχα πρίσαντες ἐκοίλαναν ἅπασαν καὶ ξυνήρμοσαν πάλιν ἀκριβῶς ὥσπερ αὐλόν , καὶ ἐπ’ ἄκραν λέβητά τε ἤρτησαν ἁλύσεσι καὶ ἀκροφύσιον ἀπὸ τῆς κεραίας σιδηροῦν ἐς αὐτὸν νεῦον καθεῖτο , καὶ ἐσεσιδήρωτο ἐπὶ μέγα καὶ τοῦ ἄλλου ξύλου .
4.100.3 προσῆγον δὲ ἐκ πολλοῦ ἁμάξαις τῷ τείχει , μάλιστα τῇ ἀμπέλῳ καὶ τοῖς ξύλοις ᾠκοδόμητο · καὶ ὁπότε εἴη ἐγγύς , φύσας μεγάλας ἐσθέντες ἐς τὸ πρὸς ἑαυτῶν ἄκρον τῆς κεραίας ἐφύσων .