4.98.4 καὶ αὐτοί , εἰ μὲν ἐπὶ πλέον δυνηθῆναι τῆς ἐκείνων κρατῆσαι , τοῦτ’ ἂν ἔχειν · νῦν δὲ ἐν μέρει εἰσίν , ἑκόντες εἶναι ὡς ἐκ σφετέρου οὐκ ἀπιέναι .
4.98.5 ὕδωρ τε ἐν τῇ ἀνάγκῃ κινῆσαι , ἣν οὐκ αὐτοὶ ὕβρει προσθέσθαι , ἀλλ’ ἐκείνους προτέρους ἐπὶ τὴν σφετέραν ἐλθόντας ἀμυνόμενοι βιάζεσθαι χρῆσθαι .
4.98.6 πᾶν δ’ εἰκὸς εἶναι τὸ πολέμῳ καὶ δεινῷ τινὶ κατειργόμενον ξύγγνωμόν τι γίγνεσθαι καὶ πρὸς τοῦ θεοῦ . καὶ γὰρ τῶν ἀκουσίων ἁμαρτημάτων καταφυγὴν εἶναι τοὺς βωμούς , παρανομίαν τε ἐπὶ τοῖς μὴ ἀνάγκῃ κακοῖς ὀνομασθῆναι καὶ οὐκ ἐπὶ τοῖς ἀπὸ τῶν ξυμφορῶν τι τολμήσασιν .
4.98.7 τούς τε νεκροὺς πολὺ μειζόνως ἐκείνους ἀντὶ ἱερῶν ἀξιοῦντας ἀποδιδόναι ἀσεβεῖν τοὺς μὴ ἐθέλοντας ἱεροῖς τὰ πρέποντα κομίζεσθαι .
4.98.8 σαφῶς τε ἐκέλευον σφίσιν εἰπεῖν μὴ ἀπιοῦσιν ἐκ τῆς Βοιωτῶν γῆς ( οὐ γὰρ ἐν τῇ ἐκείνων ἔτι εἶναι , ἐν δὲ δορὶ ἐκτήσαντο ) , ἀλλὰ κατὰ τὰ πάτρια τοὺς νεκροὺς σπένδουσιν ἀναιρεῖσθαι .