4.95.2 παραστῇ δὲ μηδενὶ ὑμῶν ὡς ἐν τῇ ἀλλοτρίᾳ οὐ προσῆκον τοσόνδε κίνδυνον ἀναρριπτοῦμεν . ἐν γὰρ τῇ τούτων ὑπὲρ τῆς ἡμετέρας ἀγὼν ἔσται · καὶ ἢν νικήσωμεν , οὐ μή ποτε ὑμῖν Πελοποννήσιοι ἐς τὴν χώραν ἄνευ τῆς τῶνδε ἵππου ἐσβάλωσιν , ἐν δὲ μιᾷ μάχῃ τήνδε τε προσκτᾶσθε καὶ ἐκείνην μᾶλλον ἐλευθεροῦτε .
4.95.3 χωρήσατε οὖν ἀξίως ἐς αὐτοὺς τῆς τε πόλεως , ἣν ἕκαστος πατρίδα ἔχων πρώτην ἐν τοῖς Ἕλλησιν ἀγάλλεται , καὶ τῶν πατέρων , οἳ τούσδε μάχῃ κρατοῦντες μετὰ Μυρωνίδου ἐν Οἰνοφύτοις τὴν Βοιωτίαν ποτὲ ἔσχον . "
4.96.1 τοιαῦτα τοῦ Ἱπποκράτους παρακελευομένου καὶ μέχρι μὲν μέσου τοῦ στρατοπέδου ἐπελθόντος , τὸ δὲ πλέον οὐκέτι φθάσαντος , οἱ Βοιωτοί , παρακελευσαμένου καὶ σφίσιν ὡς διὰ ταχέων καὶ ἐνταῦθα Παγώνδου , παιανίσαντες ἐπῇσαν ἀπὸ τοῦ λόφου . ἀντεπῇσαν δὲ καὶ οἱ Ἀθηναῖοι καὶ προσέμειξαν δρόμῳ .
4.96.2 καὶ ἑκατέρων τῶν στρατοπέδων τὰ ἔσχατα οὐκ ἦλθεν ἐς χεῖρας , ἀλλὰ τὸ αὐτὸ ἔπαθεν · ῥύακες γὰρ ἐκώλυσαν . τὸ δὲ ἄλλο καρτερᾷ μάχῃ καὶ ὠθισμῷ ἀσπίδων ξυνειστήκει .
4.96.3 καὶ τὸ μὲν εὐώνυμον τῶν Βοιωτῶν καὶ μέχρι μέσου ἡσσᾶτο ὑπὸ τῶν Ἀθηναίων , καὶ ἐπίεσαν τούς τε ἄλλους ταύτῃ καὶ οὐχ ἥκιστα τοὺς Θεσπιᾶς . ὑποχωρησάντων γὰρ αὐτοῖς τῶν παρατεταγμένων , καὶ κυκλωθέντων ἐν ὀλίγῳ , οἵπερ διεφθάρησαν Θεσπιῶν , ἐν χερσὶν ἀμυνόμενοι κατεκόπησαν · καί τινες καὶ τῶν Ἀθηναίων διὰ τὴν κύκλωσιν ταραχθέντες ἠγνόησάν τε καὶ ἀπέκτειναν ἀλλήλους .