4.96.4 τὸ μὲν οὖν ταύτῃ ἡσσᾶτο τῶν Βοιωτῶν καὶ πρὸς τὸ μαχόμενον κατέφυγε , τὸ δὲ δεξιόν , οἱ Θηβαῖοι ἦσαν , ἐκράτει τῶν Ἀθηναίων , καὶ ὠσάμενοι κατὰ βραχὺ τὸ πρῶτον ἐπηκολούθουν .
4.96.5 καὶ ξυνέβη , Παγώνδου περιπέμψαντος δύο τέλη τῶν ἱππέων ἐκ τοῦ ἀφανοῦς περὶ τὸν λόφον , ὡς ἐπόνει τὸ εὐώνυμον αὐτῶν , καὶ ὑπερφανέντων αἰφνιδίως , τὸ νικῶν τῶν Ἀθηναίων κέρας , νομίσαν ἄλλο στράτευμα ἐπιέναι , ἐς φόβον καταστῆναι ·
4.96.6 καὶ ἀμφοτέρωθεν ἤδη , ὑπό τε τοῦ τοιούτου καὶ ὑπὸ τῶν Θηβαίων ἐφεπομένων καὶ παραρρηγνύντων , φυγὴ καθειστήκει παντὸς τοῦ στρατοῦ τῶν Ἀθηναίων .
4.96.7 καὶ οἱ μὲν πρὸς τὸ Δήλιόν τε καὶ τὴν θάλασσαν ὥρμησαν , οἱ δὲ ἐπὶ τοῦ Ὠρωποῦ , ἄλλοι δὲ πρὸς Πάρνηθα τὸ ὄρος , οἱ δὲ ὡς ἕκαστοί τινα εἶχον ἐλπίδα σωτηρίας .
4.96.8 Βοιωτοὶ δὲ ἐφεπόμενοι ἔκτεινον , καὶ μάλιστα οἱ ἱππῆς οἵ τε αὐτῶν καὶ οἱ Λοκροὶ βεβοηθηκότες ἄρτι τῆς τροπῆς γιγνομένης · νυκτὸς δὲ ἐπιλαβούσης τὸ ἔργον ῥᾷον τὸ πλῆθος τῶν φευγόντων διεσώθη .
4.96.9 καὶ τῇ ὑστεραίᾳ οἵ τε ἐκ τοῦ Ὠρωποῦ καὶ οἱ ἐκ τοῦ Δηλίου φυλακὴν ἐγκαταλιπόντες ( εἶχον γὰρ αὐτὸ ὅμως ἔτι ) ἀπεκομίσθησαν κατὰ θάλασσαν ἐπ’ οἴκου .
4.97.1 καὶ οἱ Βοιωτοὶ τροπαῖον στήσαντες καὶ τοὺς ἑαυτῶν ἀνελόμενοι νεκροὺς τούς τε τῶν πολεμίων σκυλεύσαντες καὶ φυλακὴν καταλιπόντες ἀνεχώρησαν ἐς τὴν Τάναγραν , καὶ τῷ Δηλίῳ ἐπεβούλευον ὡς προσβαλοῦντες .