4.93.4 εἶχον δὲ δεξιὸν μὲν κέρας Θηβαῖοι καὶ οἱ ξύμμοροι αὐτοῖς · μέσοι δὲ Ἁλιάρτιοι καὶ Κορωναῖοι καὶ Κωπαιῆς καὶ οἱ ἄλλοι οἱ περὶ τὴν λίμνην · τὸ δὲ εὐώνυμον εἶχον Θεσπιῆς καὶ Ταναγραῖοι καὶ Ὀρχομένιοι . ἐπὶ δὲ τῷ κέρᾳ ἑκατέρῳ οἱ ἱππῆς καὶ ψιλοὶ ἦσαν . ἐπ’ ἀσπίδας δὲ πέντε μὲν καὶ εἴκοσι Θηβαῖοι ἐτάξαντο , οἱ δὲ ἄλλοι ὡς ἕκαστοι ἔτυχον .
4.93.5 αὕτη μὲν Βοιωτῶν παρασκευὴ καὶ διάκοσμος ἦν ·
4.94.1 Ἀθηναῖοι δὲ οἱ μὲν ὁπλῖται ἐπὶ ὀκτὼ πᾶν τὸ στρατόπεδον ἐτάξαντο ὄντες πλήθει ἰσοπαλεῖς τοῖς ἐναντίοις , ἱππῆς δὲ ἐφ’ ἑκατέρῳ τῷ κέρᾳ . ψιλοὶ δὲ ἐκ παρασκευῆς μὲν ὡπλισμένοι οὔτε τότε παρῆσαν οὔτε ἐγένοντο τῇ πόλει · οἵπερ δὲ ξυνεσέβαλον ὄντες πολλαπλάσιοι τῶν ἐναντίων , ἄοπλοί τε πολλοὶ ἠκολούθησαν , ἅτε πανστρατιᾶς ξένων τῶν παρόντων καὶ ἀστῶν γενομένης , καὶ ὡς τὸ πρῶτον ὥρμησαν ἐπ’ οἴκου , οὐ παρεγένοντο ὅτι μὴ ὀλίγοι .
4.94.2 καθεστώτων δὲ ἐς τὴν τάξιν καὶ ἤδη μελλόντων ξυνιέναι , Ἱπποκράτης στρατηγὸς ἐπιπαριὼν τὸ στρατόπεδον τῶν Ἀθηναίων παρεκελεύετό τε καὶ ἔλεγε τοιάδε .
4.95.1 " Ἀθηναῖοι , δι’ ὀλίγου μὲν παραίνεσις γίγνεται , τὸ ἴσον δὲ πρός γε τοὺς ἀγαθοὺς ἄνδρας δύναται καὶ ὑπόμνησιν μᾶλλον ἔχει ἐπικέλευσιν .