4.92.7 ὧν χρὴ μνησθέντας ἡμᾶς τούς τε πρεσβυτέρους ὁμοιωθῆναι τοῖς πρὶν ἔργοις , τούς τε νεωτέρους πατέρων τῶν τότε ἀγαθῶν γενομένων παῖδας πειρᾶσθαι μὴ αἰσχῦναι τὰς προσηκούσας ἀρετάς , πιστεύσαντας δὲ τῷ θεῷ πρὸς ἡμῶν ἔσεσθαι , οὗ τὸ ἱερὸν ἀνόμως τειχίσαντες νέμονται , καὶ τοῖς ἱεροῖς ἡμῖν θυσαμένοις καλὰ φαίνεται , ὁμόσε χωρῆσαι τοῖσδε καὶ δεῖξαι ὅτι ὧν μὲν ἐφίενται πρὸς τοὺς μὴ ἀμυνομένους ἐπιόντες κτάσθων , οἷς δὲ γενναῖον τήν τε αὑτῶν αἰεὶ ἐλευθεροῦν μάχῃ καὶ τὴν ἄλλων μὴ δουλοῦσθαι ἀδίκως , ἀνανταγώνιστοι ἀπ’ αὐτῶν οὐκ ἀπίασιν . "
4.93.1 τοιαῦτα Παγώνδας τοῖς Βοιωτοῖς παραινέσας ἔπεισεν ἰέναι ἐπὶ τοὺς Ἀθηναίους . καὶ κατὰ τάχος ἀναστήσας ἦγε τὸν στρατόν ( ἤδη γὰρ καὶ τῆς ἡμέρας ὀψὲ ἦν ) , καὶ ἐπειδὴ προσέμειξεν ἐγγὺς τοῦ στρατεύματος αὐτῶν , ἐς χωρίον καθίσας ὅθεν λόφου ὄντος μεταξὺ οὐκ ἐθεώρουν ἀλλήλους , ἔτασσέ τε καὶ παρεσκευάζετο ὡς ἐς μάχην .
4.93.2 τῷ δὲ Ἱπποκράτει ὄντι περὶ τὸ Δήλιον ὡς αὐτῷ ἠγγέλθη ὅτι Βοιωτοὶ ἐπέρχονται , πέμπει ἐς τὸ στράτευμα κελεύων ἐς τάξιν καθίστασθαι , καὶ αὐτὸς οὐ πολλῷ ὕστερον ἐπῆλθε , καταλιπὼν ὡς τριακοσίους ἱππέας περὶ τὸ Δήλιον , ὅπως φύλακές τε ἅμα εἶεν , εἴ τις ἐπίοι αὐτῷ , καὶ τοῖς Βοιωτοῖς καιρὸν φυλάξαντες ἐπιγένοιντο ἐν τῇ μάχῃ .
4.93.3 Βοιωτοὶ δὲ πρὸς τούτους ἀντικατέστησαν τοὺς ἀμυνουμένους , καὶ ἐπειδὴ καλῶς αὐτοῖς εἶχεν , ὑπερεφάνησαν τοῦ λόφου καὶ ἔθεντο τὰ ὅπλα τεταγμένοι ὥσπερ ἔμελλον , ὁπλῖται ἑπτακισχίλιοι μάλιστα καὶ ψιλοὶ ὑπὲρ μυρίους , ἱππῆς δὲ χίλιοι καὶ πελτασταὶ πεντακόσιοι .