4.92.4 πρός τε γὰρ τοὺς ἀστυγείτονας πᾶσι τὸ ἀντίπαλον καὶ ἐλεύθερον καθίσταται , καὶ πρὸς τούτους γε δή , οἳ καὶ μὴ τοὺς ἐγγύς , ἀλλὰ καὶ τοὺς ἄπωθεν πειρῶνται δουλοῦσθαι , πῶς οὐ χρὴ καὶ ἐπὶ τὸ ἔσχατον ἀγῶνος ἐλθεῖν ( παράδειγμα δὲ ἔχομεν τούς τε ἀντιπέρας Εὐβοέας καὶ τῆς ἄλλης Ἑλλάδος τὸ πολὺ ὡς αὐτοῖς διάκειται ) , καὶ γνῶναι ὅτι τοῖς μὲν ἄλλοις οἱ πλησιόχωροι περὶ γῆς ὅρων τὰς μάχας ποιοῦνται , ἡμῖν δὲ ἐς πᾶσαν , ἢν νικηθῶμεν , εἷς ὅρος οὐκ ἀντίλεκτος παγήσεται ;
4.92.5 ἐσελθόντες γὰρ βίᾳ τὰ ἡμέτερα ἕξουσιν . τοσούτῳ ἐπικινδυνοτέραν ἑτέρων τὴν παροίκησιν τῶνδε ἔχομεν . εἰώθασί τε οἱ ἰσχύος που θράσει τοῖς πέλας , ὥσπερ Ἀθηναῖοι νῦν , ἐπιόντες τὸν μὲν ἡσυχάζοντα καὶ ἐν τῇ ἑαυτοῦ μόνον ἀμυνόμενον ἀδεέστερον ἐπιστρατεύειν , τὸν δὲ ἔξω ὅρων προαπαντῶντα καί , ἢν καιρὸς , πολέμου ἄρχοντα ἧσσον ἑτοίμως κατέχειν .
4.92.6 πεῖραν δὲ ἔχομεν ἡμεῖς αὐτοῦ ἐς τούσδε · νικήσαντες γὰρ ἐν Κορωνείᾳ αὐτούς , ὅτε τὴν γῆν ἡμῶν στασιαζόντων κατέσχον , πολλὴν ἄδειαν τῇ Βοιωτίᾳ μέχρι τοῦδε κατεστήσαμεν .