4.91.1 οἱ δὲ Βοιωτοὶ ἐν ταῖς ἡμέραις ταύταις ξυνελέγοντο ἐς τὴν Τάναγραν · καὶ ἐπειδὴ ἀπὸ πασῶν τῶν πόλεων παρῆσαν καὶ ᾐσθάνοντο τοὺς Ἀθηναίους προχωροῦντας ἐπ’ οἴκου , τῶν ἄλλων βοιωταρχῶν , οἵ εἰσιν ἕνδεκα , οὐ ξυνεπαινούντων μάχεσθαι , ἐπειδὴ οὐκ ἐν τῇ Βοιωτίᾳ ἔτι εἰσί ( μάλιστα γὰρ ἐν μεθορίοις τῆς Ὠρωπίας οἱ Ἀθηναῖοι ἦσαν , ὅτε ἔθεντο τὰ ὅπλα ) , Παγώνδας Αἰολάδου βοιωταρχῶν ἐκ Θηβῶν μετ’ Ἀριανθίδου τοῦ Λυσιμαχίδου καὶ ἡγεμονίας οὔσης αὐτοῦ βουλόμενος τὴν μάχην ποιῆσαι καὶ νομίζων ἄμεινον εἶναι κινδυνεῦσαι , προσκαλῶν ἑκάστους κατὰ λόχους , ὅπως μὴ ἁθρόοι ἐκλίποιεν τὰ ὅπλα , ἔπειθε τοὺς Βοιωτοὺς ἰέναι ἐπὶ τοὺς Ἀθηναίους καὶ τὸν ἀγῶνα ποιεῖσθαι , λέγων τοιάδε .
4.92.1 " χρῆν μέν , ἄνδρες Βοιωτοί , μηδ’ ἐς ἐπίνοιάν τινα ἡμῶν ἐλθεῖν τῶν ἀρχόντων ὡς οὐκ εἰκὸς Ἀθηναίοις , ἢν ἄρα μὴ ἐν τῇ Βοιωτίᾳ ἔτι καταλάβωμεν αὐτούς , διὰ μάχης ἐλθεῖν . τὴν γὰρ Βοιωτίαν ἐκ τῆς ὁμόρου ἐλθόντες τεῖχος ἐνοικοδομησάμενοι μέλλουσι φθείρειν , καὶ εἰσὶ δήπου πολέμιοι ἐν τε ἂν χωρίῳ καταληφθῶσι καὶ ὅθεν ἐπελθόντες πολέμια ἔδρασαν .
4.92.2 νυνὶ δ’ εἴ τῳ καὶ ἀσφαλέστερον ἔδοξεν εἶναι , μεταγνώτω . οὐ γὰρ τὸ προμηθές , οἷς ἂν ἄλλος ἐπίῃ , περὶ τῆς σφετέρας ὁμοίως ἐνδέχεται λογισμὸν καὶ ὅστις τὰ μὲν ἑαυτοῦ ἔχει , τοῦ πλέονος δὲ ὀρεγόμενος ἑκών τινι ἐπέρχεται .
4.92.3 πάτριόν τε ὑμῖν στρατὸν ἀλλόφυλον ἐπελθόντα καὶ ἐν τῇ οἰκείᾳ καὶ ἐν τῇ τῶν πέλας ὁμοίως ἀμύνεσθαι . Ἀθηναίους δὲ καὶ προσέτι ὁμόρους ὄντας πολλῷ μάλιστα δεῖ .