4.90.1 δὲ Ἱπποκράτης ἀναστήσας Ἀθηναίους πανδημεί , αὐτοὺς καὶ τοὺς μετοίκους καὶ ξένων ὅσοι παρῆσαν ὕστερος ἀφικνεῖται ἐπὶ τὸ Δήλιον , ἤδη τῶν Βοιωτῶν ἀνακεχωρηκότων ἀπὸ τῶν Σιφῶν · καὶ καθίσας τὸν στρατὸν Δήλιον ἐτείχιζε τοιῷδε τρόπῳ [ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ] .
4.90.2 τάφρον μὲν κύκλῳ περὶ τὸ ἱερὸν καὶ τὸν νεὼν ἔσκαπτον , ἐκ δὲ τοῦ ὀρύγματος ἀνέβαλλον ἀντὶ τείχους τὸν χοῦν , καὶ σταυροὺς παρακαταπηγνύντες , ἄμπελον κόπτοντες τὴν περὶ τὸ ἱερὸν ἐσέβαλλον καὶ λίθους ἅμα καὶ πλίνθον ἐκ τῶν οἰκοπέδων τῶν ἐγγὺς καθαιροῦντες , καὶ παντὶ τρόπῳ ἐμετεώριζον τὸ ἔρυμα . πύργους τε ξυλίνους κατέστησαν καιρὸς ἦν καὶ τοῦ ἱεροῦ οἰκοδόμημα οὐδὲν ὑπῆρχεν · ἥπερ γὰρ ἦν στοὰ κατεπεπτώκει .
4.90.3 ἡμέρᾳ δὲ ἀρξάμενοι τρίτῃ ὡς οἴκοθεν ὥρμησαν ταύτην τε εἰργάζοντο καὶ τὴν τετάρτην καὶ τῆς πέμπτης μέχρι ἀρίστου .
4.90.4 ἔπειτα , ὡς τὰ πλεῖστα ἀπετετέλεστο , τὸ μὲν στρατόπεδον προαπεχώρησεν ἀπὸ τοῦ Δηλίου οἷον δέκα σταδίους ὡς ἐπ’ οἴκου πορευόμενον , καὶ οἱ μὲν ψιλοὶ οἱ πλεῖστοι εὐθὺς ἐχώρουν , οἱ δ’ ὁπλῖται θέμενοι τὰ ὅπλα ἡσύχαζον · Ἱπποκράτης δὲ ὑπομένων ἔτι καθίστατο φυλακάς τε καὶ τὰ περὶ τὸ προτείχισμα , ὅσα ἦν ὑπόλοιπα , ὡς χρῆν ἐπιτελέσαι .