4.88.1 μὲν Βρασίδας τοσαῦτα εἶπεν . οἱ δὲ Ἀκάνθιοι , πολλῶν λεχθέντων πρότερον ἐπ’ ἀμφότερα , κρύφα διαψηφισάμενοι , διά τε τὸ ἐπαγωγὰ εἰπεῖν τὸν Βρασίδαν καὶ περὶ τοῦ καρποῦ φόβῳ ἔγνωσαν οἱ πλείους ἀφίστασθαι Ἀθηναίων , καὶ πιστώσαντες αὐτὸν τοῖς ὅρκοις οὓς τὰ τέλη τῶν Λακεδαιμονίων ὀμόσαντα αὐτὸν ἐξέπεμψαν , μὴν ἔσεσθαι ξυμμάχους αὐτονόμους οὓς ἂν προσαγάγηται , οὕτω δέχονται τὸν στρατόν .
4.88.2 καὶ οὐ πολὺ ὕστερον καὶ Στάγιρος Ἀνδρίων ἀποικία ξυναπέστη . ταῦτα μὲν οὖν ἐν τῷ θέρει τούτῳ ἐγένετο .
4.89.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος εὐθὺς ἀρχομένου , ὡς τῷ Ἱπποκράτει καὶ Δημοσθένει στρατηγοῖς οὖσιν Ἀθηναίων τὰ ἐν τοῖς Βοιωτοῖς ἐνεδίδοτο καὶ ἔδει τὸν μὲν Δημοσθένη ταῖς ναυσὶν ἐς τὰς Σίφας ἀπαντῆσαι , τὸν δ’ ἐπὶ τὸ Δήλιον , γενομένης διαμαρτίας τῶν ἡμερῶν ἐς ἃς ἔδει ἀμφοτέρους στρατεύειν , μὲν Δημοσθένης πρότερον πλεύσας πρὸς τὰς Σίφας καὶ ἔχων ἐν ταῖς ναυσὶν Ἀκαρνᾶνας καὶ τῶν ἐκεῖ πολλοὺς ξυμμάχων , ἄπρακτος γίγνεται μηνυθέντος τοῦ ἐπιβουλεύματος ὑπὸ Νικομάχου ἀνδρὸς Φωκέως ἐκ Φανοτέως , ὃς Λακεδαιμονίοις εἶπεν , ἐκεῖνοι δὲ Βοιωτοῖς ·
4.89.2 καὶ βοηθείας γενομένης πάντων Βοιωτῶν ( οὐ γάρ πω Ἱπποκράτης παρελύπει ἐν τῇ γῇ ὤν ) προκαταλαμβάνονται αἵ τε Σῖφαι καὶ Χαιρώνεια . ὡς δὲ ᾔσθοντο οἱ πράσσοντες τὸ ἁμάρτημα , οὐδὲν ἐκίνησαν τῶν ἐν ταῖς πόλεσιν .