4.87.2 " εἰ δ’ ἐμοῦ ταῦτα προϊσχομένου ἀδύνατοι μὲν φήσετε εἶναι , εὖνοι δ’ ὄντες ἀξιώσετε μὴ κακούμενοι διωθεῖσθαι καὶ τὴν ἐλευθερίαν μὴ ἀκίνδυνον ὑμῖν φαίνεσθαι , δίκαιόν τε εἶναι , οἷς καὶ δυνατὸν δέχεσθαι αὐτήν , τούτοις καὶ ἐπιφέρειν , ἄκοντα δὲ μηδένα προσαναγκάζειν , μάρτυρας μὲν θεοὺς καὶ ἥρως τοὺς ἐγχωρίους ποιήσομαι ὡς ἐπ’ ἀγαθῷ ἥκων οὐ πείθω , γῆν δὲ τὴν ὑμετέραν δῃῶν πειράσομαι βιάζεσθαι ,
4.87.3 καὶ οὐκ ἀδικεῖν ἔτι νομιῶ , προσεῖναι δέ τί μοι καὶ κατὰ δύο ἀνάγκας τὸ εὔλογον , τῶν μὲν Λακεδαιμονίων , ὅπως μὴ τῷ ὑμετέρῳ εὔνῳ , εἰ μὴ προσαχθήσεσθε , τοῖς ἀπὸ ὑμῶν χρήμασι φερομένοις παρ’ Ἀθηναίους βλάπτωνται , οἱ δὲ Ἕλληνες ἵνα μὴ κωλύωνται ὑφ’ ὑμῶν δουλείας ἀπαλλαγῆναι .
4.87.4 οὐ γὰρ δὴ εἰκότως γ’ ἂν τάδε πράσσοιμεν , οὐδὲ ὀφείλομεν οἱ Λακεδαιμόνιοι μὴ κοινοῦ τινὸς ἀγαθοῦ αἰτίᾳ τοὺς μὴ βουλομένους ἐλευθεροῦν ·
4.87.5 οὐδ’ αὖ ἀρχῆς ἐφιέμεθα , παῦσαι δὲ μᾶλλον ἑτέρους σπεύδοντες τοὺς πλείους ἂν ἀδικοῖμεν , εἰ ξύμπασιν αὐτονομίαν ἐπιφέροντες ὑμᾶς τοὺς ἐναντιουμένους περιίδοιμεν .
4.87.6 πρὸς ταῦτα βουλεύεσθε εὖ , καὶ ἀγωνίσασθε τοῖς τε Ἕλλησιν ἄρξαι πρῶτοι ἐλευθερίας καὶ ἀίδιον δόξαν καταθέσθαι , καὶ αὐτοὶ τά τε ἴδια μὴ βλαφθῆναι καὶ ξυμπάσῃ τῇ πόλει τὸ κάλλιστον ὄνομα περιθεῖναι . "