4.86.1 αὐτός τε οὐκ ἐπὶ κακῷ , ἐπ’ ἐλευθερώσει δὲ τῶν Ἑλλήνων παρελήλυθα , ὅρκοις τε Λακεδαιμονίων καταλαβὼν τὰ τέλη τοῖς μεγίστοις μὴν οὓς ἂν ἔγωγε προσαγάγωμαι ξυμμάχους ἔσεσθαι αὐτονόμους , καὶ ἅμα οὐχ ἵνα ξυμμάχους ὑμᾶς ἔχωμεν βίᾳ ἀπάτῃ προσλαβόντες , ἀλλὰ τοὐναντίον ὑμῖν δεδουλωμένοις ὑπὸ Ἀθηναίων ξυμμαχήσοντες .
4.86.2 οὔκουν ἀξιῶ οὔτ’ αὐτὸς ὑποπτεύεσθαι , πίστεις γε διδοὺς τὰς μεγίστας , οὐδὲ τιμωρὸς ἀδύνατος νομισθῆναι , προσχωρεῖν τε ὑμᾶς θαρσήσαντας .
4.86.3 καὶ εἴ τις ἰδίᾳ τινὰ δεδιὼς ἄρα , μὴ ἐγώ τισι προσθῶ τὴν πόλιν , ἀπρόθυμός ἐστι , πάντων μάλιστα πιστευσάτω .
4.86.4 οὐ γὰρ ξυστασιάσων ἥκω , οὐδὲ ἂν σαφῆ τὴν ἐλευθερίαν νομίζω ἐπιφέρειν , εἰ τὸ πάτριον παρεὶς τὸ πλέον τοῖς ὀλίγοις τὸ ἔλασσον τοῖς πᾶσι δουλώσαιμι .
4.86.5 χαλεπωτέρα γὰρ ἂν τῆς ἀλλοφύλου ἀρχῆς εἴη , καὶ ἡμῖν τοῖς Λακεδαιμονίοις οὐκ ἂν ἀντὶ πόνων χάρις καθίσταιτο , ἀντὶ δὲ τιμῆς καὶ δόξης αἰτία μᾶλλον · οἷς τε τοὺς Ἀθηναίους ἐγκλήμασι καταπολεμοῦμεν , αὐτοὶ ἂν φαινοίμεθα ἐχθίονα μὴ ὑποδείξας ἀρετὴν κατακτώμενοι .
4.86.6 ἀπάτῃ γὰρ εὐπρεπεῖ αἴσχιον τοῖς γε ἐν ἀξιώματι πλεονεκτῆσαι βίᾳ ἐμφανεῖ · τὸ μὲν γὰρ ἰσχύος δικαιώσει , ἣν τύχη ἔδωκεν , ἐπέρχεται , τὸ δὲ γνώμης ἀδίκου ἐπιβουλῇ .
4.87.1 οὕτω πολλὴν περιωπὴν τῶν ἡμῖν ἐς τὰ μέγιστα διαφόρων ποιούμεθα , καὶ οὐκ ἂν μείζω πρὸς τοῖς ὅρκοις βεβαίωσιν λάβοιτε οἷς τὰ ἔργα ἐκ τῶν λόγων ἀναθρούμενα δόκησιν ἀναγκαίαν παρέχεται ὡς καὶ ξυμφέρει ὁμοίως ὡς εἶπον .