4.85.2 εἰ δὲ χρόνῳ ἐπήλθομεν , σφαλέντες τῆς ἀπὸ τοῦ ἐκεῖ πολέμου δόξης , διὰ τάχους αὐτοὶ ἄνευ τοῦ ὑμετέρου κινδύνου ἠλπίσαμεν Ἀθηναίους καθαιρήσειν , μηδεὶς μεμφθῇ · νῦν γάρ , ὅτε παρέσχεν , ἀφιγμένοι καὶ μετὰ ὑμῶν πειρασόμεθα κατεργάζεσθαι αὐτούς .
4.85.3 θαυμάζω δὲ τῇ τε ἀποκλῄσει μου τῶν πυλῶν , καὶ εἰ μὴ ἀσμένοις ὑμῖν ἀφῖγμαι .
4.85.4 ἡμεῖς μὲν γὰρ οἱ Λακεδαιμόνιοι οἰόμενοί τε παρὰ ξυμμάχους , καὶ πρὶν ἔργῳ ἀφικέσθαι , τῇ γοῦν γνώμῃ ἥξειν καὶ βουλομένοις ἔσεσθαι , κίνδυνόν [ τε ] τοσόνδε ἀνερρίψαμεν διὰ τῆς ἀλλοτρίας πολλῶν ἡμερῶν ὁδὸν ἰόντες καὶ πᾶν τὸ πρόθυμον παρεχόμενοι ·
4.85.5 ὑμεῖς δὲ εἴ τι ἄλλο ἐν νῷ ἔχετε εἰ ἐναντιώσεσθε τῇ τε ὑμετέρᾳ αὐτῶν ἐλευθερίᾳ καὶ τῶν ἄλλων Ἑλλήνων , δεινὸν ἂν εἴη .
4.85.6 καὶ γὰρ οὐ μόνον ὅτι αὐτοὶ ἀνθίστασθε , ἀλλὰ καὶ οἷς ἂν ἐπίω , ἧσσόν τις ἐμοὶ πρόσεισι , δυσχερὲς ποιούμενοι εἰ ἐπὶ οὓς πρῶτον ἦλθον ὑμᾶς , καὶ πόλιν ἀξιόχρεων παρεχομένους καὶ ξύνεσιν δοκοῦντας ἔχειν , μὴ ἐδέξασθε · καὶ τὴν αἰτίαν οὐχ ἕξω πιστὴν ἀποδεικνύναι , ἀλλ’ ἄδικον τὴν ἐλευθερίαν ἐπιφέρειν ἀσθενὴς καὶ ἀδύνατος τιμωρῆσαι τὰ πρὸς Ἀθηναίους , ἢν ἐπίωσιν , ἀφῖχθαι .
4.85.7 καίτοι στρατιᾷ γε τῇδ’ ἣν νῦν [ ἐγὼ ] ἔχω ἐπὶ Νίσαιαν ἐμοῦ βοηθήσαντος οὐκ ἠθέλησαν Ἀθηναῖοι πλέονες ὄντες προσμεῖξαι , ὥστε οὐκ εἰκὸς νηίτῃ γε αὐτοὺς τῷ ἐν Νισαίᾳ στρατῷ ἴσον πλῆθος ἐφ’ ὑμᾶς ἀποστεῖλαι .