4.83.4 ἅμα δέ τι καὶ εἰρήκεσαν τοιοῦτον οἱ παρὰ τοῦ Περδίκκου ἐν τῇ Λακεδαίμονι , ὡς πολλὰ αὐτοῖς τῶν περὶ αὑτὸν χωρίων ξύμμαχα ποιήσοι , ὥστε ἐκ τοῦ τοιούτου κοινῇ μᾶλλον Βρασίδας τὰ τοῦ Ἀρραβαίου ἠξίου πράσσειν .
4.83.5 Περδίκκας δὲ οὔτε δικαστὴν ἔφη Βρασίδαν τῶν σφετέρων διαφορῶν ἀγαγεῖν , μᾶλλον δὲ καθαιρέτην ὧν ἂν αὐτὸς ἀποφαίνῃ πολεμίων , ἀδικήσειν τε εἰ αὐτοῦ τρέφοντος τὸ ἥμισυ τοῦ στρατοῦ ξυνέσται Ἀρραβαίῳ .
4.83.6 δὲ ἄκοντος καὶ ἐκ διαφορᾶς ξυγγίγνεται , καὶ πεισθεὶς τοῖς λόγοις ἀπήγαγε τὴν στρατιὰν πρὶν ἐσβαλεῖν ἐς τὴν χώραν . Περδίκκας δὲ μετὰ τοῦτο τρίτον μέρος ἀνθ’ ἡμίσεος τῆς τροφῆς ἐδίδου , νομίζων ἀδικεῖσθαι .
4.84.1 ἐν δὲ τῷ αὐτῷ θέρει εὐθὺς Βρασίδας ἔχων καὶ Χαλκιδέας ἐπὶ Ἄκανθον τὴν Ἀνδρίων ἀποικίαν ὀλίγον πρὸ τρυγήτου ἐστράτευσεν .
4.84.2 οἱ δὲ περὶ τοῦ δέχεσθαι αὐτὸν κατ’ ἀλλήλους ἐστασίαζον , οἵ τε μετὰ τῶν Χαλκιδέων ξυνεπάγοντες καὶ δῆμος . ὅμως δὲ διὰ τοῦ καρποῦ τὸ δέος ἔτι ἔξω ὄντος πεισθὲν τὸ πλῆθος ὑπὸ τοῦ Βρασίδου δέξασθαί τε αὐτὸν μόνον καὶ ἀκούσαντας βουλεύσασθαι , δέχεται · καὶ καταστὰς ἐπὶ τὸ πλῆθος ( ἦν δὲ οὐδὲ ἀδύνατος , ὡς Λακεδαιμόνιος , εἰπεῖν ) ἔλεγε τοιάδε .
4.85.1 " μὲν ἔκπεμψίς μου καὶ τῆς στρατιᾶς ὑπὸ Λακεδαιμονίων , Ἀκάνθιοι , γεγένηται τὴν αἰτίαν ἐπαληθεύουσα ἣν ἀρχόμενοι τοῦ πολέμου προείπομεν , Ἀθηναίοις ἐλευθεροῦντες τὴν Ἑλλάδα πολεμήσειν ·