4.69.3 καὶ ταύτην μὲν τὴν ἡμέραν ὅλην εἰργάζοντο · τῇ δὲ ὑστεραίᾳ περὶ δείλην τὸ τεῖχος ὅσον οὐκ ἀπετετέλεστο , καὶ οἱ ἐν τῇ Νισαίᾳ δείσαντες , σίτου τε ἀπορίᾳ ( ἐφ’ ἡμέραν γὰρ ἐκ τῆς ἄνω πόλεως ἐχρῶντο ) καὶ τοὺς Πελοποννησίους οὐ νομίζοντες ταχὺ ἐπιβοηθήσειν , τούς τε Μεγαρέας πολεμίους ἡγούμενοι , ξυνέβησαν τοῖς Ἀθηναίοις ῥητοῦ μὲν ἕκαστον ἀργυρίου ἀπολυθῆναι ὅπλα παραδόντας , τοῖς δὲ Λακεδαιμονίοις , τῷ τε ἄρχοντι καὶ εἴ τις ἄλλος ἐνῆν , χρῆσθαι Ἀθηναίους ὅτι ἂν βούλωνται .
4.69.4 ἐπὶ τούτοις ὁμολογήσαντες ἐξῆλθον , καὶ οἱ Ἀθηναῖοι τὰ μακρὰ τείχη ἀπορρήξαντες ἀπὸ τῆς τῶν Μεγαρέων πόλεως καὶ τὴν Νίσαιαν παραλαβόντες τἆλλα παρεσκευάζοντο .
4.70.1 Βρασίδας δὲ Τέλλιδος Λακεδαιμόνιος κατὰ τοῦτον τὸν χρόνον ἐτύγχανε περὶ Σικυῶνα καὶ Κόρινθον ὤν , ἐπὶ Θρᾴκης στρατείαν παρασκευαζόμενος . καὶ ὡς ᾔσθετο τῶν τειχῶν τὴν ἅλωσιν , δείσας περί τε τοῖς ἐν τῇ Νισαίᾳ Πελοποννησίοις καὶ μὴ τὰ Μέγαρα ληφθῇ , πέμπει ἔς τε τοὺς Βοιωτοὺς κελεύων κατὰ τάχος στρατιᾷ ἀπαντῆσαι ἐπὶ Τριποδίσκον ( ἔστι δὲ κώμη τῆς Μεγαρίδος ὄνομα τοῦτο ἔχουσα ὑπὸ τῷ ὄρει τῇ Γερανείᾳ ) , καὶ αὐτὸς ἔχων ἦλθεν ἑπτακοσίους μὲν καὶ δισχιλίους Κορινθίων ὁπλίτας , Φλειασίων δὲ τετρακοσίους , Σικυωνίων δὲ ἑξακοσίους , καὶ τοὺς μεθ’ αὑτοῦ ὅσοι ἤδη ξυνειλεγμένοι ἦσαν , οἰόμενος τὴν Νίσαιαν ἔτι καταλήψεσθαι ἀνάλωτον .