4.70.2 ὡς δὲ ἐπύθετο ( ἔτυχε γὰρ νυκτὸς ἐπὶ τὸν Τριποδίσκον ἐξελθών ) , ἀπολέξας τριακοσίους τοῦ στρατοῦ , πρὶν ἔκπυστος γενέσθαι , προσῆλθε τῇ τῶν Μεγαρέων πόλει λαθὼν τοὺς Ἀθηναίους ὄντας περὶ τὴν θάλασσαν , βουλόμενος μὲν τῷ λόγῳ καὶ ἅμα , εἰ δύναιτο , ἔργῳ τῆς Νισαίας πειρᾶσαι , τὸ δὲ μέγιστον , τὴν τῶν Μεγαρέων πόλιν ἐσελθὼν βεβαιώσασθαι . καὶ ἠξίου δέξασθαι σφᾶς , λέγων ἐν ἐλπίδι εἶναι ἀναλαβεῖν Νίσαιαν .
4.71.1 αἱ δὲ τῶν Μεγαρέων στάσεις φοβούμεναι , οἱ μὲν μὴ τοὺς φεύγοντας σφίσιν ἐσαγαγὼν αὐτοὺς ἐκβάλῃ , οἱ δὲ μὴ αὐτὸ τοῦτο δῆμος δείσας ἐπίθηται σφίσι καὶ πόλις ἐν μάχῃ καθ’ αὑτὴν οὖσα ἐγγὺς ἐφεδρευόντων Ἀθηναίων ἀπόληται , οὐκ ἐδέξαντο , ἀλλ’ ἀμφοτέροις ἐδόκει ἡσυχάσασι τὸ μέλλον περιιδεῖν .
4.71.2 ἤλπιζον γὰρ καὶ μάχην ἑκάτεροι ἔσεσθαι τῶν τε Ἀθηναίων καὶ τῶν προσβοηθησάντων , καὶ οὕτω σφίσιν ἀσφαλεστέρως ἔχειν , οἷς τις εἴη εὔνους , κρατήσασι προσχωρῆσαι · δὲ Βρασίδας ὡς οὐκ ἔπειθεν , ἀνεχώρησε πάλιν ἐς τὸ ἄλλο στράτευμα .
4.72.1 ἅμα δὲ τῇ ἕῳ οἱ Βοιωτοὶ παρῆσαν , διανενοημένοι μὲν καὶ πρὶν Βρασίδαν πέμψαι βοηθεῖν ἐπὶ τὰ Μέγαρα , ὡς οὐκ ἀλλοτρίου ὄντος τοῦ κινδύνου , καὶ ἤδη ὄντες πανστρατιᾷ Πλαταιᾶσιν · ἐπειδὴ δὲ καὶ ἦλθεν ἄγγελος , πολλῷ μᾶλλον ἐρρώσθησαν , καὶ ἀποστείλαντες διακοσίους καὶ δισχιλίους ὁπλίτας καὶ ἱππέας ἑξακοσίους τοῖς πλέοσιν ἀπῆλθον πάλιν .