4.68.6 ἀληλιμμένων δὲ αὐτῶν καὶ ὄντων ἤδη περὶ τὰς πύλας καταγορεύει τις ξυνειδὼς τοῖς ἑτέροις τὸ ἐπιβούλευμα . καὶ οἳ ξυστραφέντες ἁθρόοι ἦλθον καὶ οὐκ ἔφασαν χρῆναι οὔτε ἐπεξιέναι ( οὐδὲ γὰρ πρότερόν πω τοῦτο ἰσχύοντες μᾶλλον τολμῆσαι ) οὔτε ἐς κίνδυνον φανερὸν τὴν πόλιν καταγαγεῖν · εἴ τε μὴ πείσεταί τις , αὐτοῦ τὴν μάχην ἔσεσθαι . ἐδήλουν δὲ οὐδὲν ὅτι ἴσασι τὰ πρασσόμενα , ἀλλὰ ὡς τὰ βέλτιστα βουλεύοντες ἰσχυρίζοντο , καὶ ἅμα περὶ τὰς πύλας παρέμενον φυλάσσοντες , ὥστε οὐκ ἐγένετο τοῖς ἐπιβουλεύουσι πρᾶξαι ἔμελλον .
4.69.1 γνόντες δὲ οἱ τῶν Ἀθηναίων στρατηγοὶ ὅτι ἐναντίωμά τι ἐγένετο καὶ τὴν πόλιν βίᾳ οὐχ οἷοί τε ἔσονται λαβεῖν , τὴν Νίσαιαν εὐθὺς περιετείχιζον , νομίζοντες , εἰ πρὶν ἐπιβοηθῆσαί τινας ἐξέλοιεν , θᾶσσον ἂν καὶ
4.69.2 τὰ Μέγαρα προσχωρῆσαι ( παρεγένετο δὲ σίδηρός τε ἐκ τῶν Ἀθηνῶν ταχὺ καὶ λιθουργοὶ καὶ τἆλλα ἐπιτήδεια ) · ἀρξάμενοι δ’ ἀπὸ τοῦ τείχους εἶχον καὶ διοικοδομήσαντες τὸ πρὸς Μεγαρέας , ἀπ’ ἐκείνου ἑκατέρωθεν ἐς θάλασσαν τῆς Νισαίας τάφρον τε καὶ τείχη διελομένη στρατιά , ἔκ τε τοῦ προαστείου λίθοις καὶ πλίνθοις χρώμενοι , καὶ κόπτοντες τὰ δένδρα καὶ ὕλην ἀπεσταύρουν εἴ πῃ δέοιτό τι · καὶ αἱ οἰκίαι τοῦ προαστείου ἐπάλξεις λαμβάνουσαι αὐταὶ ὑπῆρχον ἔρυμα .