4.67.5 καὶ πρῶτον μὲν οἱ περὶ τὸν Δημοσθένη Πλαταιῆς τε καὶ περίπολοι ἐσέδραμον οὗ νῦν τὸ τροπαῖόν ἐστι , καὶ εὐθὺς ἐντὸς τῶν πυλῶν ( ᾔσθοντο γὰρ οἱ ἐγγύτατα Πελοποννήσιοι ) μαχόμενοι τοὺς προσβοηθοῦντας οἱ Πλαταιῆς ἐκράτησαν καὶ τοῖς τῶν Ἀθηναίων ὁπλίταις ἐπιφερομένοις βεβαίους τὰς πύλας παρέσχον ·
4.68.1 ἔπειτα δὲ καὶ τῶν Ἀθηναίων ἤδη αἰεὶ ἐντὸς γιγνόμενος ἐχώρει ἐπὶ τὸ τεῖχος .
4.68.2 καὶ οἱ Πελοποννήσιοι φρουροὶ τὸ μὲν πρῶτον ἀντίσχοντες ἠμύνοντο ὀλίγοι , καὶ ἀπέθανόν τινες αὐτῶν , οἱ δὲ πλείους ἐς φυγὴν κατέστησαν , φοβηθέντες ἐν νυκτί τε πολεμίων προσπεπτωκότων καὶ τῶν προδιδόντων Μεγαρέων ἀντιμαχομένων , νομίσαντες τοὺς ἅπαντας σφᾶς Μεγαρέας προδεδωκέναι .
4.68.3 ξυνέπεσε γὰρ καὶ τὸν τῶν Ἀθηναίων κήρυκα ἀφ’ ἑαυτοῦ γνώμης κηρύξαι τὸν βουλόμενον ἰέναι Μεγαρέων μετὰ Ἀθηναίων θησόμενον τὰ ὅπλα . οἱ δ’ ὡς ἤκουσαν , οὐκέτι ἀνέμενον , ἀλλὰ τῷ ὄντι νομίσαντες κοινῇ πολεμεῖσθαι κατέφυγον ἐς τὴν Νίσαιαν .
4.68.4 ἅμα δὲ ἕῳ ἑαλωκότων ἤδη τῶν τειχῶν καὶ τῶν ἐν τῇ πόλει Μεγαρέων θορυβουμένων οἱ πρὸς τοὺς Ἀθηναίους πράξαντες καὶ ἄλλο μετ’ αὐτῶν πλῆθος , ξυνῄδει , ἔφασαν χρῆναι ἀνοίγειν τὰς πύλας καὶ ἐπεξιέναι ἐς μάχην .
4.68.5 ξυνέκειτο δὲ αὐτοῖς τῶν πυλῶν ἀνοιχθεισῶν ἐσπίπτειν τοὺς Ἀθηναίους , αὐτοὶ δὲ διάδηλοι ἔμελλον ἔσεσθαι ( λίπα γὰρ ἀλείψεσθαι ) , ὅπως μὴ ἀδικῶνται . ἀσφάλεια δὲ αὐτοῖς μᾶλλον ἐγίγνετο τῆς ἀνοίξεως · καὶ γὰρ οἱ ἀπὸ τῆς Ἐλευσῖνος κατὰ τὸ ξυγκείμενον τετρακισχίλιοι ὁπλῖται τῶν Ἀθηναίων καὶ ἱππῆς ἑξακόσιοι [ οἱ ] τὴν νύκτα πορευόμενοι παρῆσαν .