4.67.1 οἱ οὖν Ἀθηναῖοι , ἐπειδὴ ἀπό τε τῶν ἔργων καὶ τῶν λόγων παρεσκεύαστο ἀμφοτέροις , ὑπὸ νύκτα πλεύσαντες ἐς Μινῴαν τὴν Μεγαρέων νῆσον ὁπλίταις ἑξακοσίοις , ὧν Ἱπποκράτης ἦρχεν , ἐν ὀρύγματι ἐκαθέζοντο , ὅθεν ἐπλίνθευον τὰ τείχη καὶ ἀπεῖχεν οὐ πολύ ·
4.67.2 οἱ δὲ μετὰ τοῦ Δημοσθένους τοῦ ἑτέρου στρατηγοῦ Πλαταιῆς τε ψιλοὶ καὶ ἕτεροι περίπολοι ἐνήδρευσαν ἐς τὸ Ἐνυάλιον , ἐστιν ἔλασσον ἄπωθεν . καὶ ᾔσθετο οὐδεὶς εἰ μὴ οἱ ἄνδρες οἷς ἐπιμελὲς ἦν εἰδέναι τὴν νύκτα ταύτην .
4.67.3 καὶ ἐπειδὴ ἕως ἔμελλε γίγνεσθαι , οἱ προδιδόντες τῶν Μεγαρέων οὗτοι τοιόνδε ἐποίησαν . ἀκάτιον ἀμφηρικὸν ὡς λῃσταί , ἐκ πολλοῦ τεθεραπευκότες τὴν ἄνοιξιν τῶν πυλῶν , εἰώθεσαν ἐπὶ ἁμάξῃ , πείθοντες τὸν ἄρχοντα , διὰ τῆς τάφρου κατακομίζειν τῆς νυκτὸς ἐπὶ τὴν θάλασσαν καὶ ἐκπλεῖν · καὶ πρὶν ἡμέραν εἶναι πάλιν αὐτὸ τῇ ἁμάξῃ κομίσαντες ἐς τὸ τεῖχος κατὰ τὰς πύλας ἐσῆγον , ὅπως τοῖς ἐκ τῆς Μινῴας Ἀθηναίοις ἀφανὴς δὴ εἴη φυλακή , μὴ ὄντος ἐν τῷ λιμένι πλοίου φανεροῦ μηδενός .
4.67.4 καὶ τότε πρὸς ταῖς πύλαις ἤδη ἦν ἅμαξα , καὶ ἀνοιχθεισῶν κατὰ τὸ εἰωθὸς ὡς τῷ ἀκατίῳ οἱ Ἀθηναῖοι ( ἐγίγνετο γὰρ ἀπὸ ξυνθήματος τὸ τοιοῦτον ) ἰδόντες ἔθεον δρόμῳ ἐκ τῆς ἐνέδρας , βουλόμενοι φθάσαι πρὶν ξυγκλῃσθῆναι πάλιν τὰς πύλας καὶ ἕως ἔτι ἅμαξα ἐν αὐταῖς ἦν , κώλυμα οὖσα προσθεῖναι · καὶ αὐτοῖς ἅμα καὶ οἱ ξυμπράσσοντες Μεγαρῆς τοὺς κατὰ τὰς πύλας φύλακας κτείνουσιν .