4.61.6 ὅσοι δὲ γιγνώσκοντες αὐτὰ μὴ ὀρθῶς προσκοποῦμεν , μηδὲ τοῦτό τις πρεσβύτατον ἥκει κρίνας , τὸ κοινῶς φοβερὸν ἅπαντας εὖ θέσθαι , ἁμαρτάνομεν .
4.61.7 τάχιστα δ’ ἂν ἀπαλλαγὴ αὐτοῦ γένοιτο , εἰ πρὸς ἀλλήλους ξυμβαῖμεν · οὐ γὰρ ἀπὸ τῆς αὑτῶν ὁρμῶνται Ἀθηναῖοι , ἀλλ’ ἐκ τῆς τῶν ἐπικαλεσαμένων . καὶ οὕτως οὐ πόλεμος πολέμῳ , εἰρήνῃ δὲ διαφοραὶ ἀπραγμόνως παύονται , οἵ τ’ ἐπίκλητοι εὐπρεπῶς ἄδικοι ἐλθόντες εὐλόγως ἄπρακτοι ἀπίασιν .
4.62.1 " καὶ τὸ μὲν πρὸς τοὺς Ἀθηναίους τοσοῦτον ἀγαθὸν εὖ βουλευομένοις εὑρίσκεται ·
4.62.2 τὴν δὲ ὑπὸ πάντων ὁμολογουμένην ἄριστον εἶναι εἰρήνην πῶς οὐ χρὴ καὶ ἐν ἡμῖν αὐτοῖς ποιήσασθαι ; δοκεῖτε , εἴ τῴ τι ἔστιν ἀγαθὸν εἴ τῳ τὰ ἐναντία , οὐχ ἡσυχίαν μᾶλλον πόλεμον τὸ μὲν παῦσαι ἂν ἑκατέρῳ , τὸ δὲ ξυνδιασῶσαι , καὶ τὰς τιμὰς καὶ λαμπρότητας ἀκινδυνοτέρας ἔχειν τὴν εἰρήνην , ἄλλα τε ὅσα ἐν μήκει λόγων ἄν τις διέλθοι , ὥσπερ περὶ τοῦ πολεμεῖν ; χρὴ σκεψαμένους μὴ τοὺς ἐμοὺς λόγους ὑπεριδεῖν , τὴν δὲ αὑτοῦ τινὰ σωτηρίαν μᾶλλον ἀπ’ αὐτῶν προϊδεῖν .
4.62.3 καὶ εἴ τις βεβαίως τι τῷ δικαίῳ βίᾳ πράξειν οἴεται , τῷ παρ’ ἐλπίδα μὴ χαλεπῶς σφαλλέσθω , γνοὺς ὅτι πλείους ἤδη καὶ τιμωρίαις μετιόντες τοὺς ἀδικοῦντας καὶ ἐλπίσαντες ἕτεροι δυνάμει τινὶ πλεονεκτήσειν , οἱ μὲν οὐχ ὅσον οὐκ ἠμύναντο , ἀλλ’ οὐδ’ ἐσώθησαν , τοὺς δ’ ἀντὶ τοῦ πλέον ἔχειν προσκαταλιπεῖν τὰ αὑτῶν ξυνέβη .