4.60.2 πόλεμον γὰρ αἰρομένων ἡμῶν καὶ ἐπαγομένων αὐτούς , ἄνδρας οἳ καὶ τοῖς μὴ ἐπικαλουμένοις αὐτοὶ ἐπιστρατεύουσι , κακῶς τε ἡμᾶς αὐτοὺς ποιούντων τέλεσι τοῖς οἰκείοις , καὶ τῆς ἀρχῆς ἅμα προκοπτόντων ἐκείνοις , εἰκός , ὅταν γνῶσιν ἡμᾶς τετρυχωμένους , καὶ πλέονί ποτε στόλῳ ἐλθόντας αὐτοὺς τάδε πάντα πειράσασθαι ὑπὸ σφᾶς ποιεῖσθαι .
4.61.1 " καίτοι τῇ ἑαυτῶν ἑκάστους , εἰ σωφρονοῦμεν , χρὴ τὰ μὴ προσήκοντα ἐπικτωμένους μᾶλλον τὰ ἑτοῖμα βλάπτοντας ξυμμάχους τε ἐπάγεσθαι καὶ τοὺς κινδύνους προσλαμβάνειν , νομίσαι τε στάσιν μάλιστα φθείρειν τὰς πόλεις καὶ τὴν Σικελίαν , ἧς γε οἱ ἔνοικοι ξύμπαντες μὲν ἐπιβουλευόμεθα , κατὰ πόλεις δὲ διέσταμεν .
4.61.2 χρὴ γνόντας καὶ ἰδιώτην ἰδιώτῃ καταλλαγῆναι καὶ πόλιν πόλει , καὶ πειρᾶσθαι κοινῇ σῴζειν τὴν πᾶσαν Σικελίαν , παρεστάναι δὲ μηδενὶ ὡς οἱ μὲν Δωριῆς ἡμῶν πολέμιοι τοῖς Ἀθηναίοις , τὸ δὲ Χαλκιδικὸν τῇ Ἰάδι ξυγγενείᾳ ἀσφαλές .
4.61.3 οὐ γὰρ τοῖς ἔθνεσιν , ὅτι δίχα πέφυκε , τοῦ ἑτέρου ἔχθει ἐπίασιν , ἀλλὰ τῶν ἐν τῇ Σικελίᾳ ἀγαθῶν ἐφιέμενοι , κοινῇ κεκτήμεθα .
4.61.4 ἐδήλωσαν δὲ νῦν ἐν τῇ τοῦ Χαλκιδικοῦ γένους παρακλήσει · τοῖς γὰρ οὐδεπώποτε σφίσι κατὰ τὸ ξυμμαχικὸν προσβοηθήσασιν αὐτοὶ τὸ δίκαιον μᾶλλον τῆς ξυνθήκης προθύμως παρέσχοντο .
4.61.5 καὶ τοὺς μὲν Ἀθηναίους ταῦτα πλεονεκτεῖν τε καὶ προνοεῖσθαι πολλὴ ξυγγνώμη , καὶ οὐ τοῖς ἄρχειν βουλομένοις μέμφομαι , ἀλλὰ τοῖς ὑπακούειν ἑτοιμοτέροις οὖσιν · πέφυκε γὰρ τὸ ἀνθρώπειον διὰ παντὸς ἄρχειν μὲν τοῦ εἴκοντος , φυλάσσεσθαι δὲ τὸ ἐπιόν .