4.62.4 τιμωρία γὰρ οὐκ εὐτυχεῖ δικαίως , ὅτι καὶ ἀδικεῖται · οὐδὲ ἰσχὺς βέβαιον , διότι καὶ εὔελπι . τὸ δὲ ἀστάθμητον τοῦ μέλλοντος ὡς ἐπὶ πλεῖστον κρατεῖ , πάντων τε σφαλερώτατον ὂν ὅμως καὶ χρησιμώτατον φαίνεται · ἐξ ἴσου γὰρ δεδιότες προμηθίᾳ μᾶλλον ἐπ’ ἀλλήλους ἐρχόμεθα .
4.63.1 " καὶ νῦν τοῦ ἀφανοῦς τε τούτου διὰ τὸ ἀτέκμαρτον δέος καὶ διὰ τὸ ἤδη φοβεροὺς παρόντας Ἀθηναίους , κατ’ ἀμφότερα ἐκπλαγέντες , καὶ τὸ ἐλλιπὲς τῆς γνώμης , ὧν ἕκαστός τι ᾠήθημεν πράξειν , ταῖς κωλύμαις ταύταις ἱκανῶς νομίσαντες εἰρχθῆναι , τοὺς ἐφεστῶτας πολεμίους ἐκ τῆς χώρας ἀποπέμπωμεν , καὶ αὐτοὶ μάλιστα μὲν ἐς ἀίδιον ξυμβῶμεν , εἰ δὲ μή , χρόνον ὡς πλεῖστον σπεισάμενοι τὰς ἰδίας διαφορὰς ἐς αὖθις ἀναβαλώμεθα .
4.63.2 τὸ ξύμπαν τε δὴ γνῶμεν πειθόμενοι μὲν ἐμοὶ πόλιν ἕξοντες ἕκαστος ἐλευθέραν , ἀφ’ ἧς αὐτοκράτορες ὄντες τὸν εὖ καὶ κακῶς δρῶντα ἐξ ἴσου ἀρετῇ ἀμυνούμεθα · ἢν δ’ ἀπιστήσαντες ἄλλοις ὑπακούσωμεν , οὐ περὶ τοῦ τιμωρήσασθαί τινα , ἀλλὰ καὶ ἄγαν εἰ τύχοιμεν , φίλοι μὲν ἂν τοῖς ἐχθίστοις , διάφοροι δὲ οἷς οὐ χρὴ κατ’ ἀνάγκην γιγνοίμεθα .
4.64.1 " καὶ ἐγὼ μέν , ἅπερ καὶ ἀρχόμενος εἶπον , πόλιν τε μεγίστην παρεχόμενος καὶ ἐπιών τῳ μᾶλλον ἀμυνούμενος ἀξιῶ προιδόμενος αὐτῶν ξυγχωρεῖν , καὶ μὴ τοὺς ἐναντίους οὕτω κακῶς δρᾶν ὥστε αὐτὸς τὰ πλείω βλάπτεσθαι , μηδὲ μωρίᾳ φιλονικῶν ἡγεῖσθαι τῆς τε οἰκείας γνώμης ὁμοίως αὐτοκράτωρ εἶναι καὶ ἧς οὐκ ἄρχω τύχης , ἀλλ’ ὅσον εἰκὸς ἡσσᾶσθαι .