4.59.2 καὶ περὶ μὲν τοῦ πολεμεῖν ὡς χαλεπὸν τί ἄν τις πᾶν τὸ ἐνὸν ἐκλέγων ἐν εἰδόσι μακρηγοροίη ; οὐδεὶς γὰρ οὔτε ἀμαθίᾳ ἀναγκάζεται αὐτὸ δρᾶν , οὔτε φόβῳ , ἢν οἴηταί τι πλέον σχήσειν , ἀποτρέπεται . ξυμβαίνει δὲ τοῖς μὲν τὰ κέρδη μείζω φαίνεσθαι τῶν δεινῶν , οἱ δὲ τοὺς κινδύνους ἐθέλουσιν ὑφίστασθαι πρὸ τοῦ αὐτίκα τι ἐλασσοῦσθαι ·
4.59.3 αὐτὰ δὲ ταῦτα εἰ μὴ ἐν καιρῷ τύχοιεν ἑκάτεροι πράσσοντες , αἱ παραινέσεις τῶν ξυναλλαγῶν ὠφέλιμοι .
4.59.4 καὶ ἡμῖν ἐν τῷ παρόντι πειθομένοις πλείστου ἂν ἄξιον γένοιτο · τὰ γὰρ ἴδια ἕκαστοι εὖ βουλευόμενοι δὴ θέσθαι τό τε πρῶτον ἐπολεμήσαμεν καὶ νῦν πρὸς ἀλλήλους δι’ ἀντιλογιῶν πειρώμεθα καταλλαγῆναι καί , ἢν ἄρα μὴ προχωρήσῃ ἴσον ἑκάστῳ ἔχοντι ἀπελθεῖν , πάλιν πολεμήσομεν .
4.60.1 " καίτοι γνῶναι χρὴ ὅτι οὐ περὶ τῶν ἰδίων μόνον , εἰ σωφρονοῦμεν , ξύνοδος ἔσται , ἀλλ’ εἰ ἐπιβουλευομένην τὴν πᾶσαν Σικελίαν , ὡς ἐγὼ κρίνω , ὑπ’ Ἀθηναίων δυνησόμεθα ἔτι διασῶσαι · καὶ διαλλακτὰς πολὺ τῶν ἐμῶν λόγων ἀναγκαιοτέρους περὶ τῶνδε Ἀθηναίους νομίσαι , οἳ δύναμιν ἔχοντες μεγίστην τῶν Ἑλλήνων τάς τε ἁμαρτίας ἡμῶν τηροῦσιν ὀλίγαις ναυσὶ παρόντες , καὶ ὀνόματι ἐννόμῳ ξυμμαχίας τὸ φύσει πολέμιον εὐπρεπῶς ἐς τὸ ξυμφέρον καθίστανται .