4.57.3 ἐν τούτῳ δὲ οἱ Ἀθηναῖοι κατασχόντες καὶ χωρήσαντες εὐθὺς πάσῃ τῇ στρατιᾷ αἱροῦσι τὴν Θυρέαν . καὶ τήν τε πόλιν κατέκαυσαν καὶ τὰ ἐνόντα ἐξεπόρθησαν , τούς τε Αἰγινήτας , ὅσοι μὴ ἐν χερσὶ διεφθάρησαν , ἄγοντες ἀφίκοντο ἐς τὰς Ἀθήνας καὶ τὸν ἄρχοντα ὃς παρ’ αὐτοῖς ἦν τῶν Λακεδαιμονίων , Τάνταλον τὸν Πατροκλέους · ἐζωγρήθη γὰρ τετρωμένος .
4.57.4 ἦγον δέ τινας καὶ ἐκ τῶν Κυθήρων ἄνδρας ὀλίγους , οὓς ἐδόκει ἀσφαλείας ἕνεκα μεταστῆσαι . καὶ τούτους μὲν οἱ Ἀθηναῖοι ἐβουλεύσαντο καταθέσθαι ἐς τὰς νήσους , καὶ τοὺς ἄλλους Κυθηρίους οἰκοῦντας τὴν ἑαυτῶν φόρον τέσσαρα τάλαντα φέρειν , Αἰγινήτας δὲ ἀποκτεῖναι πάντας ὅσοι ἑάλωσαν διὰ τὴν προτέραν αἰεί ποτε ἔχθραν , Τάνταλον δὲ παρὰ τοὺς ἄλλους τοὺς ἐν τῇ νήσῳ Λακεδαιμονίους καταδῆσαι .
4.58.1 τοῦ δ’ αὐτοῦ θέρους ἐν Σικελίᾳ Καμαριναίοις καὶ Γελῴοις ἐκεχειρία γίγνεται πρῶτον πρὸς ἀλλήλους · εἶτα καὶ οἱ ἄλλοι Σικελιῶται ξυνελθόντες ἐς Γέλαν , ἀπὸ πασῶν τῶν πόλεων πρέσβεις , ἐς λόγους κατέστησαν ἀλλήλοις , εἴ πως ξυναλλαγεῖεν . καὶ ἄλλαι τε πολλαὶ γνῶμαι ἐλέγοντο ἐπ’ ἀμφότερα , διαφερομένων καὶ ἀξιούντων , ὡς ἕκαστοί τι ἐλασσοῦσθαι ἐνόμιζον , καὶ Ἑρμοκράτης Ἕρμωνος Συρακόσιος , ὅσπερ καὶ ἔπεισε μάλιστα αὐτούς , ἐς τὸ κοινὸν τοιούτους δὴ λόγους εἶπεν .
4.59.1 " οὔτε πόλεως ὢν ἐλαχίστης , Σικελιῶται , τοὺς λόγους ποιήσομαι οὔτε πονουμένης μάλιστα τῷ πολέμῳ , ἐς κοινὸν δὲ τὴν δοκοῦσάν μοι βελτίστην γνώμην εἶναι ἀποφαινόμενος τῇ Σικελίᾳ πάσῃ .