4.50.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Ἀριστείδης Ἀρχίππου , εἷς τῶν ἀργυρολόγων νεῶν Ἀθηναίων στρατηγός , αἳ ἐξεπέμφθησαν πρὸς τοὺς ξυμμάχους , Ἀρταφέρνην ἄνδρα Πέρσην παρὰ βασιλέως πορευόμενον ἐς Λακεδαίμονα ξυλλαμβάνει ἐν Ἠιόνι τῇ ἐπὶ Στρυμόνι .
4.50.2 καὶ αὐτοῦ κομισθέντος οἱ Ἀθηναῖοι τὰς μὲν ἐπιστολὰς μεταγραψάμενοι ἐκ τῶν Ἀσσυρίων γραμμάτων ἀνέγνωσαν , ἐν αἷς πολλῶν ἄλλων γεγραμμένων κεφάλαιον ἦν πρὸς Λακεδαιμονίους , οὐ γιγνώσκειν ὅτι βούλονται · πολλῶν γὰρ ἐλθόντων πρέσβεων οὐδένα ταὐτὰ λέγειν · εἰ οὖν τι βούλονται σαφὲς λέγειν , πέμψαι μετὰ τοῦ Πέρσου ἄνδρας ὡς αὐτόν .
4.50.3 τὸν δὲ Ἀρταφέρνην ὕστερον οἱ Ἀθηναῖοι ἀποστέλλουσι τριήρει ἐς Ἔφεσον καὶ πρέσβεις ἅμα · οἳ πυθόμενοι αὐτόθι βασιλέα Ἀρταξέρξην τὸν Ξέρξου νεωστὶ τεθνηκότα ( κατὰ γὰρ τοῦτον τὸν χρόνον ἐτελεύτησεν ) ἐπ’ οἴκου ἀνεχώρησαν .
4.51.1 τοῦ δ’ αὐτοῦ χειμῶνος καὶ Χῖοι τὸ τεῖχος περιεῖλον τὸ καινὸν κελευσάντων Ἀθηναίων καὶ ὑποπτευσάντων ἐς αὐτούς τι νεωτεριεῖν , ποιησάμενοι μέντοι πρὸς Ἀθηναίους πίστεις καὶ βεβαιότητα ἐκ τῶν δυνατῶν μηδὲν περὶ σφᾶς νεώτερον βουλεύσειν . καὶ χειμὼν ἐτελεύτα , καὶ ἕβδομον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν .
4.52.1 τοῦ δ’ ἐπιγιγνομένου θέρους εὐθὺς τοῦ τε ἡλίου ἐκλιπές τι ἐγένετο περὶ νουμηνίαν καὶ τοῦ αὐτοῦ μηνὸς ἱσταμένου ἔσεισεν .
4.52.2 καὶ οἱ Μυτιληναίων φυγάδες καὶ τῶν ἄλλων Λεσβίων , ὁρμώμενοι οἱ πολλοὶ ἐκ τῆς ἠπείρου καὶ μισθωσάμενοι ἔκ τε Πελοποννήσου ἐπικουρικὸν καὶ αὐτόθεν ξυναγείραντες , αἱροῦσι Ῥοίτειον , καὶ λαβόντες δισχιλίους στατῆρας Φωκαΐτας ἀπέδοσαν πάλιν οὐδὲν ἀδικήσαντες ·