4.48.2 οἱ δὲ Κερκυραῖοι κατὰ μὲν τὰς θύρας οὐδ’ αὐτοὶ διενοοῦντο βιάζεσθαι , ἀναβάντες δὲ ἐπὶ τὸ τέγος τοῦ οἰκήματος καὶ διελόντες τὴν ὀροφὴν ἔβαλλον τῷ κεράμῳ καὶ ἐτόξευον κάτω .
4.48.3 οἱ δὲ ἐφυλάσσοντό τε ὡς ἐδύναντο καὶ ἅμα οἱ πολλοὶ σφᾶς αὐτοὺς διέφθειρον , οἰστούς τε οὓς ἀφίεσαν ἐκεῖνοι ἐς τὰς σφαγὰς καθιέντες καὶ ἐκ κλινῶν τινῶν αἳ ἔτυχον αὐτοῖς ἐνοῦσαι τοῖς σπάρτοις καὶ ἐκ τῶν ἱματίων παραιρήματα ποιοῦντες ἀπαγχόμενοι , παντί 〈τε〉 τρόπῳ τὸ πολὺ τῆς νυκτός ( ἐπεγένετο γὰρ νὺξ τῷ παθήματι ) ἀναλοῦντες σφᾶς αὐτοὺς καὶ βαλλόμενοι ὑπὸ τῶν ἄνω διεφθάρησαν .
4.48.4 καὶ αὐτοὺς οἱ Κερκυραῖοι , ἐπειδὴ ἡμέρα ἐγένετο , φορμηδὸν ἐπὶ ἁμάξας ἐπιβαλόντες ἀπήγαγον ἔξω τῆς πόλεως . τὰς δὲ γυναῖκας , ὅσαι ἐν τῷ τειχίσματι ἑάλωσαν , ἠνδραποδίσαντο .
4.48.5 τοιούτῳ μὲν τρόπῳ οἱ ἐκ τοῦ ὄρους Κερκυραῖοι ὑπὸ τοῦ δήμου διεφθάρησαν , καὶ στάσις πολλὴ γενομένη ἐτελεύτησεν ἐς τοῦτο , ὅσα γε κατὰ τὸν πόλεμον τόνδε · οὐ γὰρ ἔτι ἦν ὑπόλοιπον τῶν ἑτέρων ὅτι καὶ ἀξιόλογον .
4.48.6 οἱ δὲ Ἀθηναῖοι ἐς τὴν Σικελίαν , ἵναπερ τὸ πρῶτον ὥρμηντο , ἀποπλεύσαντες μετὰ τῶν ἐκεῖ ξυμμάχων ἐπολέμουν .
4.49.1 καὶ οἱ ἐν τῇ Ναυπάκτῳ Ἀθηναῖοι καὶ Ἀκαρνᾶνες ἅμα τελευτῶντος τοῦ θέρους στρατευσάμενοι Ἀνακτόριον Κορινθίων πόλιν , κεῖται ἐπὶ τῷ στόματι τοῦ Ἀμπρακικοῦ κόλπου , ἔλαβον προδοσίᾳ · καὶ ἐκπέμψαντες [ Κορινθίους ] αὐτοὶ Ἀκαρνᾶνες οἰκήτορας ἀπὸ πάντων ἔσχον τὸ χωρίον . καὶ τὸ θέρος ἐτελεύτα .