4.52.3 καὶ μετὰ τοῦτο ἐπὶ Ἄντανδρον στρατεύσαντες προδοσίας γενομένης λαμβάνουσι τὴν πόλιν . καὶ ἦν αὐτῶν διάνοια τάς τε ἄλλας πόλεις τὰς Ἀκταίας καλουμένας , ἃς πρότερον Μυτιληναίων νεμομένων Ἀθηναῖοι εἶχον , ἐλευθεροῦν , καὶ πάντων μάλιστα τὴν Ἄντανδρον · καὶ κρατυνάμενοι αὐτὴν ( ναῦς τε γὰρ εὐπορία ἦν ποιεῖσθαι , αὐτόθεν ξύλων ὑπαρχόντων καὶ τῆς Ἴδης ἐπικειμένης , καὶ τῇ ἄλλῃ σκευῇ ) ῥᾳδίως ἀπ’ αὐτῆς ὁρμώμενοι τήν τε Λέσβον ἐγγὺς οὖσαν κακώσειν καὶ τὰ ἐν τῇ ἠπείρῳ Αἰολικὰ πολίσματα χειρώσεσθαι . καὶ οἱ μὲν ταῦτα παρασκευάζεσθαι ἔμελλον .
4.53.1 Ἀθηναῖοι δὲ ἐν τῷ αὐτῷ θέρει ἑξήκοντα ναυσὶ καὶ δισχιλίοις ὁπλίταις ἱππεῦσί τε ὀλίγοις καὶ τῶν ξυμμάχων Μιλησίους καὶ ἄλλους τινὰς ἀγαγόντες ἐστράτευσαν ἐπὶ Κύθηρα · ἐστρατήγει δὲ αὐτῶν Νικίας Νικηράτου καὶ Νικόστρατος Διειτρέφους καὶ Αὐτοκλῆς Τολμαίου .
4.53.2 τὰ δὲ Κύθηρα νῆσός ἐστιν , ἐπίκειται δὲ τῇ Λακωνικῇ κατὰ Μαλέαν · Λακεδαιμόνιοι δ’ εἰσὶ τῶν περιοίκων , καὶ κυθηροδίκης ἀρχὴ ἐκ τῆς Σπάρτης διέβαινεν αὐτόσε κατὰ ἔτος , ὁπλιτῶν τε φρουρὰν διέπεμπον αἰεὶ καὶ πολλὴν ἐπιμέλειαν ἐποιοῦντο .
4.53.3 ἦν γὰρ αὐτοῖς τῶν τε ἀπ’ Αἰγύπτου καὶ Λιβύης ὁλκάδων προσβολή , καὶ λῃσταὶ ἅμα τὴν Λακωνικὴν ἧσσον ἐλύπουν ἐκ θαλάσσης , ᾗπερ μόνον οἷόν τε ἦν κακουργεῖσθαι · πᾶσα γὰρ ἀνέχει πρὸς τὸ Σικελικὸν καὶ Κρητικὸν πέλαγος .