4.46.5 τῶν ἐν τῇ νήσῳ πείθουσί τινας ὀλίγους , ὑποπέμψαντες φίλους καὶ διδάξαντες ὡς κατ’ εὔνοιαν δὴ λέγειν ὅτι κράτιστον αὐτοῖς εἴη ὡς τάχιστα ἀποδρᾶναι , πλοῖον δέ τι αὐτοὶ ἑτοιμάσειν · μέλλειν γὰρ δὴ τοὺς στρατηγοὺς τῶν Ἀθηναίων παραδώσειν αὐτοὺς τῷ δήμῳ τῶν Κερκυραίων .
4.47.1 ὡς δὲ ἔπεισαν , καὶ μηχανησαμένων τὸ πλοῖον ἐκπλέοντες ἐλήφθησαν , ἐλέλυντό τε αἱ σπονδαὶ καὶ τοῖς Κερκυραίοις παρεδίδοντο οἱ πάντες .
4.47.2 ξυνελάβοντο δὲ τοῦ τοιούτου οὐχ ἥκιστα , ὥστε ἀκριβῆ τὴν πρόφασιν γενέσθαι καὶ τοὺς τεχνησαμένους ἀδεέστερον ἐγχειρῆσαι , οἱ στρατηγοὶ τῶν Ἀθηναίων κατάδηλοι ὄντες τοὺς ἄνδρας μὴ ἂν βούλεσθαι ὑπ’ ἄλλων κομισθέντας , διότι αὐτοὶ ἐς Σικελίαν ἔπλεον , τὴν τιμὴν τοῖς ἄγουσι προσποιῆσαι .
4.47.3 παραλαβόντες δὲ αὐτοὺς οἱ Κερκυραῖοι ἐς οἴκημα μέγα κατεῖρξαν , καὶ ὕστερον ἐξάγοντες κατὰ εἴκοσιν ἄνδρας διῆγον διὰ δυοῖν στοίχοιν ὁπλιτῶν ἑκατέρωθεν παρατεταγμένων , δεδεμένους τε πρὸς ἀλλήλους καὶ παιομένους καὶ κεντουμένους ὑπὸ τῶν παρατεταγμένων , εἴ πού τίς τινα ἴδοι ἐχθρὸν ἑαυτοῦ · μαστιγοφόροι τε παριόντες ἐπετάχυνον τῆς ὁδοῦ τοὺς σχολαίτερον προϊόντας .
4.48.1 καὶ ἐς μὲν ἄνδρας ἑξήκοντα ἔλαθον τοὺς ἐν τῷ οἰκήματι τούτῳ τῷ τρόπῳ ἐξαγαγόντες καὶ διαφθείραντες ( ᾤοντο γὰρ αὐτοὺς μεταστήσοντάς ποι ἄλλοσε ἄγειν ) · ὡς δὲ ᾔσθοντο καί τις αὐτοῖς ἐδήλωσε , τούς τε Ἀθηναίους ἐπεκαλοῦντο καὶ ἐκέλευον σφᾶς , εἰ βούλονται , αὐτοὺς διαφθείρειν , ἔκ τε τοῦ οἰκήματος οὐκέτι ἤθελον ἐξιέναι , οὐδ’ ἐσιέναι ἔφασαν κατὰ δύναμιν περιόψεσθαι οὐδένα .