4.45.2 τῇ δ’ ὑστεραίᾳ παραπλεύσαντες ἐς τὴν Ἐπιδαυρίαν πρῶτον καὶ ἀπόβασίν τινα ποιησάμενοι ἀφίκοντο ἐς Μέθανα τὴν μεταξὺ Ἐπιδαύρου καὶ Τροιζῆνος , καὶ ἀπολαβόντες τὸν τῆς χερσονήσου ἰσθμὸν ἐτείχισαν , [ ἐν Μεθώνη ἐστί , ] καὶ φρούριον καταστησάμενοι ἐλῄστευον τὸν ἔπειτα χρόνον τήν τε Τροιζηνίαν γῆν καὶ Ἁλιάδα καὶ Ἐπιδαυρίαν . ταῖς δὲ ναυσίν , ἐπειδὴ ἐξετείχισαν τὸ χωρίον , ἀπέπλευσαν ἐπ’ οἴκου .
4.46.1 κατὰ δὲ τὸν αὐτὸν χρόνον , καθ’ ὃν ταῦτα ἐγίγνετο , καὶ Εὐρυμέδων καὶ Σοφοκλῆς , ἐπειδὴ ἐκ τῆς Πύλου ἀπῆραν ἐς τὴν Σικελίαν ναυσὶν Ἀθηναίων , ἀφικόμενοι ἐς Κέρκυραν ἐστράτευσαν μετὰ τῶν ἐκ τῆς πόλεως ἐπὶ τοὺς ἐν τῷ ὄρει τῆς Ἰστώνης Κερκυραίων καθιδρυμένους , οἳ τότε μετὰ τὴν στάσιν διαβάντες ἐκράτουν τε τῆς γῆς καὶ πολλὰ ἔβλαπτον .
4.46.2 προσβαλόντες δὲ τὸ μὲν τείχισμα εἷλον , οἱ δὲ ἄνδρες καταπεφευγότες ἁθρόοι πρὸς μετέωρόν τι ξυνέβησαν ὥστε τοὺς μὲν ἐπικούρους παραδοῦναι , περὶ δὲ σφῶν τὰ ὅπλα παραδόντων τὸν Ἀθηναίων δῆμον διαγνῶναι .
4.46.3 καὶ αὐτοὺς ἐς τὴν νῆσον οἱ στρατηγοὶ τὴν Πτυχίαν ἐς φυλακὴν διεκόμισαν ὑποσπόνδους , μέχρι οὗ Ἀθήναζε πεμφθῶσιν , ὥστ’ , ἐάν τις ἁλῷ ἀποδιδράσκων , ἅπασι λελύσθαι τὰς σπονδάς .
4.46.4 οἱ δὲ τοῦ δήμου προστάται τῶν Κερκυραίων , δεδιότες μὴ οἱ Ἀθηναῖοι τοὺς ἐλθόντας οὐκ ἀποκτείνωσι , μηχανῶνται τοιόνδε τι ·