4.44.2 ἐν δὲ τῇ τροπῇ ταύτῃ κατὰ τὸ δεξιὸν κέρας οἱ πλεῖστοί τε αὐτῶν ἀπέθανον καὶ Λυκόφρων στρατηγός . δὲ ἄλλη στρατιὰ τούτῳ τῷ τρόπῳ οὐ κατὰ δίωξιν πολλὴν οὐδὲ ταχείας φυγῆς γενομένης , ἐπεὶ ἐβιάσθη , ἐπαναχωρήσασα πρὸς τὰ μετέωρα ἱδρύθη .
4.44.3 οἱ δὲ Ἀθηναῖοι , ὡς οὐκέτι αὐτοῖς ἐπῇσαν ἐς μάχην , τούς τε νεκροὺς ἐσκύλευον καὶ τοὺς ἑαυτῶν ἀνῃροῦντο , τροπαῖόν τε εὐθέως ἔστησαν .
4.44.4 τοῖς δ’ ἡμίσεσι τῶν Κορινθίων , οἳ ἐν τῇ Κεγχρειᾷ ἐκάθηντο φύλακες μὴ ἐπὶ τὸν Κρομμυῶνα πλεύσωσι , τούτοις οὐ κατάδηλος μάχη ἦν ὑπὸ τοῦ ὄρους τοῦ Ὀνείου · κονιορτὸν δὲ ὡς εἶδον καὶ [ ὡς ] ἔγνωσαν , ἐβοήθουν εὐθύς . ἐβοήθησαν δὲ καὶ οἱ ἐκ τῆς πόλεως πρεσβύτεροι τῶν Κορινθίων αἰσθόμενοι τὸ γεγενημένον .
4.44.5 ἰδόντες δὲ οἱ Ἀθηναῖοι ξύμπαντας αὐτοὺς ἐπιόντας καὶ νομίσαντες τῶν ἐγγὺς ἀστυγειτόνων Πελοποννησίων βοήθειαν ἐπιέναι , ἀνεχώρουν κατὰ τάχος ἐπὶ τὰς ναῦς , ἔχοντες τὰ σκυλεύματα καὶ τοὺς ἑαυτῶν νεκροὺς πλὴν δυοῖν , οὓς ἐγκατέλιπον οὐ δυνάμενοι εὑρεῖν .
4.44.6 καὶ ἀναβάντες ἐπὶ τὰς ναῦς ἐπεραιώθησαν ἐς τὰς ἐπικειμένας νήσους , ἐκ δ’ αὐτῶν ἐπικηρυκευσάμενοι τοὺς νεκροὺς οὓς ἐγκατέλιπον ὑποσπόνδους ἀνείλοντο . ἀπέθανον δὲ Κορινθίων μὲν ἐν τῇ μάχῃ δώδεκα καὶ διακόσιοι , Ἀθηναίων δὲ ὀλίγῳ ἐλάσσους πεντήκοντα .
4.45.1 ἄραντες δὲ ἐκ τῶν νήσων οἱ Ἀθηναῖοι ἔπλευσαν αὐθημερὸν ἐς Κρομμυῶνα τῆς Κορινθίας · ἀπέχει δὲ τῆς πόλεως εἴκοσι καὶ ἑκατὸν σταδίους . καὶ καθορμισάμενοι τήν τε γῆν ἐδῄωσαν καὶ τὴν νύκτα ηὐλίσαντο .