4.43.2 καὶ πρῶτα μὲν τῷ δεξιῷ κέρᾳ τῶν Ἀθηναίων εὐθὺς ἀποβεβηκότι πρὸ τῆς Χερσονήσου οἱ Κορίνθιοι ἐπέκειντο , ἔπειτα δὲ καὶ τῷ ἄλλῳ στρατεύματι . καὶ ἦν μάχη καρτερὰ καὶ ἐν χερσὶ πᾶσα .
4.43.3 καὶ τὸ μὲν δεξιὸν κέρας τῶν Ἀθηναίων καὶ Καρυστίων ( οὗτοι γὰρ παρατεταγμένοι ἦσαν ἔσχατοι ) ἐδέξαντό τε τοὺς Κορινθίους καὶ ἐώσαντο μόλις · οἱ δὲ ὑποχωρήσαντες πρὸς αἱμασιάν ( ἦν γὰρ τὸ χωρίον πρόσαντες πᾶν ) βάλλοντες τοῖς λίθοις καθύπερθεν ὄντες καὶ παιανίσαντες ἐπῇσαν αὖθις , δεξαμένων δὲ τῶν Ἀθηναίων ἐν χερσὶν ἦν πάλιν μάχη .
4.43.4 λόχος δέ τις τῶν Κορινθίων ἐπιβοηθήσας τῷ εὐωνύμῳ κέρᾳ ἑαυτῶν ἔτρεψε τῶν Ἀθηναίων τὸ δεξιὸν κέρας καὶ ἐπεδίωξεν ἐς τὴν θάλασσαν · πάλιν δὲ ἀπὸ τῶν νεῶν ἀνέστρεψαν οἵ τε Ἀθηναῖοι καὶ οἱ Καρύστιοι .
4.43.5 τὸ δὲ ἄλλο στρατόπεδον ἀμφοτέρωθεν ἐμάχετο ξυνεχῶς , μάλιστα δὲ τὸ δεξιὸν κέρας τῶν Κορινθίων , ἐφ’ Λυκόφρων ὢν κατὰ τὸ εὐώνυμον τῶν Ἀθηναίων ἠμύνετο · ἤλπιζον γὰρ αὐτοὺς ἐπὶ τὴν Σολύγειαν κώμην πειράσειν .
4.44.1 χρόνον μὲν οὖν πολὺν ἀντεῖχον οὐκ ἐνδιδόντες ἀλλήλοις · ἔπειτα ( ἦσαν γὰρ τοῖς Ἀθηναίοις οἱ ἱππῆς ὠφέλιμοι ξυμμαχόμενοι , τῶν ἑτέρων οὐκ ἐχόντων ἵππους ) ἐτράποντο οἱ Κορίνθιοι καὶ ὑπεχώρησαν πρὸς τὸν λόφον καὶ ἔθεντο τὰ ὅπλα καὶ οὐκέτι κατέβαινον , ἀλλ’ ἡσύχαζον .