4.42.1 τοῦ δ’ αὐτοῦ θέρους μετὰ ταῦτα εὐθὺς Ἀθηναῖοι ἐς τὴν Κορινθίαν ἐστράτευσαν ναυσὶν ὀγδοήκοντα καὶ δισχιλίοις ὁπλίταις ἑαυτῶν καὶ ἐν ἱππαγωγοῖς ναυσὶ διακοσίοις ἱππεῦσιν · ἠκολούθουν δὲ καὶ τῶν ξυμμάχων Μιλήσιοι καὶ Ἄνδριοι καὶ Καρύστιοι , ἐστρατήγει δὲ Νικίας Νικηράτου τρίτος αὐτός .
4.42.2 πλέοντες δὲ ἅμα ἕῳ ἔσχον μεταξὺ Χερσονήσου τε καὶ Ῥείτου ἐς τὸν αἰγιαλὸν τοῦ χωρίου ὑπὲρ οὗ Σολύγειος λόφος ἐστίν , ἐφ’ ὃν Δωριῆς τὸ πάλαι ἱδρυθέντες τοῖς ἐν τῇ πόλει Κορινθίοις ἐπολέμουν οὖσιν Αἰολεῦσιν · καὶ κώμη νῦν ἐπ’ αὐτοῦ Σολύγεια καλουμένη ἐστίν . ἀπὸ δὲ τοῦ αἰγιαλοῦ τούτου ἔνθα αἱ νῆες κατέσχον μὲν κώμη αὕτη δώδεκα σταδίους ἀπέχει , δὲ Κορινθίων πόλις ἑξήκοντα , δὲ Ἰσθμὸς εἴκοσι .
4.42.3 Κορίνθιοι δὲ προπυθόμενοι ἐξ Ἄργους ὅτι στρατιὰ ἥξει τῶν Ἀθηναίων , ἐκ πλείονος ἐβοήθησαν ἐς Ἰσθμὸν πάντες πλὴν τῶν ἔξω Ἰσθμοῦ · καὶ ἐν Ἀμπρακίᾳ καὶ ἐν Λευκάδι ἀπῆσαν αὐτῶν πεντακόσιοι φρουροί · οἱ δ’ ἄλλοι πανδημεὶ ἐπετήρουν τοὺς Ἀθηναίους οἷ κατασχήσουσιν .
4.42.4 ὡς δὲ αὐτοὺς ἔλαθον νυκτὸς καταπλεύσαντες καὶ τὰ σημεῖα αὐτοῖς ἤρθη , καταλιπόντες τοὺς ἡμίσεις αὐτῶν ἐν Κεγχρειᾷ , ἢν ἄρα οἱ Ἀθηναῖοι ἐπὶ τὸν Κρομμυῶνα ἴωσιν , ἐβοήθουν κατὰ τάχος .
4.43.1 καὶ Βάττος μὲν ἕτερος τῶν στρατηγῶν ( δύο γὰρ ἦσαν ἐν τῇ μάχῃ οἱ παρόντες ) λαβὼν λόχον ἦλθεν ἐπὶ τὴν Σολύγειαν κώμην φυλάξων ἀτείχιστον οὖσαν , Λυκόφρων δὲ τοῖς ἄλλοις ξυνέβαλεν .