4.37.1 γνοὺς δὲ Κλέων καὶ Δημοσθένης [ ὅτι ] , εἰ καὶ ὁποσονοῦν μᾶλλον ἐνδώσουσι , διαφθαρησομένους αὐτοὺς ὑπὸ τῆς σφετέρας στρατιᾶς , ἔπαυσαν τὴν μάχην καὶ τοὺς ἑαυτῶν ἀπεῖρξαν , βουλόμενοι ἀγαγεῖν αὐτοὺς Ἀθηναίοις ζῶντας , εἴ πως τοῦ κηρύγματος ἀκούσαντες ἐπικλασθεῖεν τῇ γνώμῃ τὰ ὅπλα παραδοῦναι καὶ ἡσσηθεῖεν τοῦ παρόντος δεινοῦ .
4.37.2 ἐκήρυξάν τε , εἰ βούλονται , τὰ ὅπλα παραδοῦναι καὶ σφᾶς αὐτοὺς Ἀθηναίοις ὥστε βουλεῦσαι ὅτι ἂν ἐκείνοις δοκῇ .
4.38.1 οἱ δὲ ἀκούσαντες παρῆκαν τὰς ἀσπίδας οἱ πλεῖστοι καὶ τὰς χεῖρας ἀνέσεισαν , δηλοῦντες προσίεσθαι τὰ κεκηρυγμένα . μετὰ δὲ ταῦτα γενομένης τῆς ἀνοκωχῆς ξυνῆλθον ἐς λόγους τε Κλέων καὶ Δημοσθένης καὶ ἐκείνων Στύφων Φάρακος , τῶν πρότερον ἀρχόντων τοῦ μὲν πρώτου τεθνηκότος Ἐπιτάδου , τοῦ δὲ μετ’ αὐτὸν Ἱππαγρέτου ἐφῃρημένου ἐν τοῖς νεκροῖς ἔτι ζῶντος κειμένου ὡς τεθνεῶτος , αὐτὸς τρίτος ἐφῃρημένος ἄρχειν κατὰ νόμον , εἴ τι ἐκεῖνοι πάσχοιεν .
4.38.2 ἔλεγε δὲ Στύφων καὶ οἱ μετ’ αὐτοῦ ὅτι βούλονται διακηρυκεύσασθαι πρὸς τοὺς ἐν τῇ ἠπείρῳ Λακεδαιμονίους ὅτι χρὴ σφᾶς ποιεῖν .
4.38.3 καὶ ἐκείνων μὲν οὐδένα ἀφέντων , αὐτῶν δὲ τῶν Ἀθηναίων καλούντων ἐκ τῆς ἠπείρου κήρυκας καὶ γενομένων ἐπερωτήσεων δὶς τρίς , τελευταῖος διαπλεύσας αὐτοῖς ἀπὸ τῶν ἐκ τῆς ἠπείρου Λακεδαιμονίων ἀνὴρ ἀπήγγειλεν ὅτι [ οἱ ] " Λακεδαιμόνιοι κελεύουσιν ὑμᾶς αὐτοὺς περὶ ὑμῶν αὐτῶν βουλεύεσθαι μηδὲν αἰσχρὸν ποιοῦντασ’ · οἱ δὲ καθ’ ἑαυτοὺς βουλευσάμενοι τὰ ὅπλα παρέδοσαν καὶ σφᾶς αὐτούς .