4.38.4 καὶ ταύτην μὲν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ἐν φυλακῇ εἶχον αὐτοὺς οἱ Ἀθηναῖοι · τῇ δ’ ὑστεραίᾳ οἱ μὲν Ἀθηναῖοι τροπαῖον στήσαντες ἐν τῇ νήσῳ τἆλλα διεσκευάζοντο ὡς ἐς πλοῦν , καὶ τοὺς ἄνδρας τοῖς τριηράρχοις διεδίδοσαν ἐς φυλακήν , οἱ δὲ Λακεδαιμόνιοι κήρυκα πέμψαντες τοὺς νεκροὺς διεκομίσαντο .
4.38.5 ἀπέθανον δ’ ἐν τῇ νήσῳ καὶ ζῶντες ἐλήφθησαν τοσοίδε · εἴκοσι μὲν ὁπλῖται διέβησαν καὶ τετρακόσιοι οἱ πάντες · τούτων ζῶντες ἐκομίσθησαν ὀκτὼ ἀποδέοντες τριακόσιοι , οἱ δὲ ἄλλοι ἀπέθανον . καὶ Σπαρτιᾶται τούτων ἦσαν τῶν ζώντων περὶ εἴκοσι καὶ ἑκατόν . Ἀθηναίων δὲ οὐ πολλοὶ διεφθάρησαν · γὰρ μάχη οὐ σταδαία ἦν .
4.39.1 χρόνος δὲ ξύμπας ἐγένετο ὅσον οἱ ἄνδρες [ οἱ ] ἐν τῇ νήσῳ ἐπολιορκήθησαν , ἀπὸ τῆς ναυμαχίας μέχρι τῆς ἐν τῇ νήσῳ μάχης , ἑβδομήκοντα ἡμέραι καὶ δύο .
4.39.2 τούτων περὶ εἴκοσιν ἡμέρας , ἐν αἷς οἱ πρέσβεις περὶ τῶν σπονδῶν ἀπῇσαν , ἐσιτοδοτοῦντο , τὰς δὲ ἄλλας τοῖς ἐσπλέουσι λάθρᾳ διετρέφοντο . καὶ ἦν σῖτός τις ἐν τῇ νήσῳ καὶ ἄλλα βρώματα ἐγκατελήφθη · γὰρ ἄρχων Ἐπιτάδας ἐνδεεστέρως ἑκάστῳ παρεῖχεν πρὸς τὴν ἐξουσίαν .
4.39.3 οἱ μὲν δὴ Ἀθηναῖοι καὶ οἱ Πελοποννήσιοι ἀνεχώρησαν τῷ στρατῷ ἐκ τῆς Πύλου ἑκάτεροι ἐπ’ οἴκου , καὶ τοῦ Κλέωνος καίπερ μανιώδης οὖσα ὑπόσχεσις ἀπέβη · ἐντὸς γὰρ εἴκοσιν ἡμερῶν ἤγαγε τοὺς ἄνδρας , ὥσπερ ὑπέστη .