4.35.4 καὶ χρόνον μὲν πολὺν καὶ τῆς ἡμέρας τὸ πλεῖστον ταλαιπωρούμενοι ἀμφότεροι ὑπό τε τῆς μάχης καὶ δίψης καὶ ἡλίου ἀντεῖχον , πειρώμενοι οἱ μὲν ἐξελάσασθαι ἐκ τοῦ μετεώρου , οἱ δὲ μὴ ἐνδοῦναι · ῥᾷον δ’ οἱ Λακεδαιμόνιοι ἠμύνοντο ἐν τῷ πρίν , οὐκ οὔσης σφῶν τῆς κυκλώσεως ἐς τὰ πλάγια .
4.36.1 ἐπειδὴ δὲ ἀπέραντον ἦν , προσελθὼν τῶν Μεσσηνίων στρατηγὸς Κλέωνι καὶ Δημοσθένει ἄλλως ἔφη πονεῖν σφᾶς · εἰ δὲ βούλονται ἑαυτῷ δοῦναι τῶν τοξοτῶν μέρος τι καὶ τῶν ψιλῶν περιιέναι κατὰ νώτου αὐτοῖς ὁδῷ ἂν αὐτὸς εὕρῃ , δοκεῖν βιάσεσθαι τὴν ἔφοδον .
4.36.2 λαβὼν δὲ ᾐτήσατο , ἐκ τοῦ ἀφανοῦς ὁρμήσας ὥστε μὴ ἰδεῖν ἐκείνους , κατὰ τὸ αἰεὶ παρεῖκον τοῦ κρημνώδους τῆς νήσου προσβαίνων , καὶ οἱ Λακεδαιμόνιοι χωρίου ἰσχύι πιστεύσαντες οὐκ ἐφύλασσον , χαλεπῶς τε καὶ μόλις περιελθὼν ἔλαθε , καὶ ἐπὶ τοῦ μετεώρου ἐξαπίνης ἀναφανεὶς κατὰ νώτου αὐτῶν τοὺς μὲν τῷ ἀδοκήτῳ ἐξέπληξε , τοὺς δὲ προσεδέχοντο ἰδόντας πολλῷ μᾶλλον ἐπέρρωσεν .
4.36.3 καὶ οἱ Λακεδαιμόνιοι βαλλόμενοί τε ἀμφοτέρωθεν ἤδη καὶ γιγνόμενοι ἐν τῷ αὐτῷ ξυμπτώματι , ὡς μικρὸν μεγάλῳ εἰκάσαι , τῷ ἐν Θερμοπύλαις , ἐκεῖνοί τε γὰρ τῇ ἀτραπῷ περιελθόντων τῶν Περσῶν διεφθάρησαν , οὗτοί τε ἀμφίβολοι ἤδη ὄντες οὐκέτι ἀντεῖχον , ἀλλὰ πολλοῖς τε ὀλίγοι μαχόμενοι καὶ ἀσθενείᾳ σωμάτων διὰ τὴν σιτοδείαν ὑπεχώρουν , καὶ οἱ Ἀθηναῖοι ἐκράτουν ἤδη τῶν ἐφόδων .