4.32.1 οἱ δὲ Ἀθηναῖοι τοὺς μὲν πρώτους φύλακας , οἷς ἐπέδραμον , εὐθὺς διαφθείρουσιν ἔν τε ταῖς εὐναῖς ἔτι καὶ ἀναλαμβάνοντας τὰ ὅπλα , λαθόντες τὴν ἀπόβασιν , οἰομένων αὐτῶν τὰς ναῦς κατὰ τὸ ἔθος ἐς ἔφορμον τῆς νυκτὸς πλεῖν .
4.32.2 ἅμα δὲ ἕῳ γιγνομένῃ καὶ ἄλλος στρατὸς ἀπέβαινεν , ἐκ μὲν νεῶν ἑβδομήκοντα καὶ ὀλίγῳ πλεόνων πάντες πλὴν θαλαμιῶν , ὡς ἕκαστοι ἐσκευασμένοι , τοξόται δὲ ὀκτακόσιοι καὶ πελτασταὶ οὐκ ἐλάσσους τούτων , Μεσσηνίων τε οἱ βεβοηθηκότες καὶ οἱ ἄλλοι ὅσοι περὶ Πύλον κατεῖχον πάντες πλὴν τῶν ἐπὶ τοῦ τείχους φυλάκων .
4.32.3 Δημοσθένους δὲ τάξαντος διέστησαν κατὰ διακοσίους τε καὶ πλείους , ἔστι δ’ ἐλάσσους , τῶν χωρίων τὰ μετεωρότατα λαβόντες , ὅπως ὅτι πλείστη ἀπορία τοῖς πολεμίοις πανταχόθεν κεκυκλωμένοις καὶ μὴ ἔχωσι πρὸς ὅτι ἀντιτάξωνται , ἀλλ’ ἀμφίβολοι γίγνωνται τῷ πλήθει , εἰ μὲν τοῖς πρόσθεν ἐπίοιεν , ὑπὸ τῶν κατόπιν βαλλόμενοι , εἰ δὲ τοῖς πλαγίοις , ὑπὸ τῶν ἑκατέρωθεν παρατεταγμένων .
4.32.4 κατὰ νώτου τε αἰεὶ ἔμελλον αὐτοῖς , χωρήσειαν , οἱ πολέμιοι ἔσεσθαι ψιλοὶ καὶ οἱ ἀπορώτατοι , τοξεύμασι καὶ ἀκοντίοις καὶ λίθοις καὶ σφενδόναις ἐκ πολλοῦ ἔχοντες ἀλκήν , οἷς μηδὲ ἐπελθεῖν οἷόν τε ἦν · φεύγοντές τε γὰρ ἐκράτουν καὶ ἀναχωροῦσιν ἐπέκειντο . τοιαύτῃ μὲν γνώμῃ Δημοσθένης τό τε πρῶτον τὴν ἀπόβασιν ἐπενόει καὶ ἐν τῷ ἔργῳ ἔταξεν ·