4.30.4 Κλέων δὲ ἐκείνῳ τε προπέμψας ἄγγελον ὡς ἥξων καὶ ἔχων στρατιὰν ἣν ᾐτήσατο , ἀφικνεῖται ἐς Πύλον . καὶ ἅμα γενόμενοι πέμπουσι πρῶτον ἐς τὸ ἐν τῇ ἠπείρῳ στρατόπεδον κήρυκα , προκαλούμενοι , εἰ βούλοιντο , ἄνευ κινδύνου τοὺς ἐν τῇ νήσῳ ἄνδρας σφίσι τά τε ὅπλα καὶ σφᾶς αὐτοὺς κελεύειν παραδοῦναι , ἐφ’ φυλακῇ τῇ μετρίᾳ τηρήσονται , ἕως ἄν τι περὶ τοῦ πλέονος ξυμβαθῇ .
4.31.1 οὐ προσδεξαμένων δὲ αὐτῶν μίαν μὲν ἡμέραν ἐπέσχον , τῇ δ’ ὑστεραίᾳ ἀνηγάγοντο μὲν νυκτὸς ἐπ’ ὀλίγας ναῦς τοὺς ὁπλίτας πάντας ἐπιβιβάσαντες , πρὸ δὲ τῆς ἕω ὀλίγον ἀπέβαινον τῆς νήσου ἑκατέρωθεν , ἔκ τε τοῦ πελάγους καὶ πρὸς τοῦ λιμένος , ὀκτακόσιοι μάλιστα ὄντες ὁπλῖται , καὶ ἐχώρουν δρόμῳ ἐπὶ τὸ πρῶτον φυλακτήριον τῆς νήσου .
4.31.2 ὧδε γὰρ διετετάχατο · ἐν ταύτῃ μὲν τῇ πρώτῃ φυλακῇ ὡς τριάκοντα ἦσαν ὁπλῖται , μέσον δὲ καὶ ὁμαλώτατόν τε καὶ περὶ τὸ ὕδωρ οἱ πλεῖστοι αὐτῶν καὶ Ἐπιτάδας ἄρχων εἶχε , μέρος δέ τι οὐ πολὺ αὐτὸ τὸ ἔσχατον ἐφύλασσε τῆς νήσου τὸ πρὸς τὴν Πύλον , ἦν ἔκ τε θαλάσσης ἀπόκρημνον καὶ ἐκ τῆς γῆς ἥκιστα ἐπίμαχον · καὶ γάρ τι καὶ ἔρυμα αὐτόθι ἦν παλαιὸν λίθων λογάδην πεποιημένον , ἐνόμιζον σφίσιν ὠφέλιμον ἂν εἶναι , εἰ καταλαμβάνοι ἀναχώρησις βιαιοτέρα . οὕτω μὲν τεταγμένοι ἦσαν .