4.33.1 οἱ δὲ περὶ τὸν Ἐπιτάδαν καὶ ὅπερ ἦν πλεῖστον τῶν ἐν τῇ νήσῳ , ὡς εἶδον τό τε πρῶτον φυλακτήριον διεφθαρμένον καὶ στρατὸν σφίσιν ἐπιόντα , ξυνετάξαντο καὶ τοῖς ὁπλίταις τῶν Ἀθηναίων ἐπῇσαν , βουλόμενοι ἐς χεῖρας ἐλθεῖν · ἐξ ἐναντίας γὰρ οὗτοι καθειστήκεσαν , ἐκ πλαγίου δὲ οἱ ψιλοὶ καὶ κατὰ νώτου .
4.33.2 τοῖς μὲν οὖν ὁπλίταις οὐκ ἐδυνήθησαν προσμεῖξαι οὐδὲ τῇ σφετέρᾳ ἐμπειρίᾳ χρήσασθαι · οἱ γὰρ ψιλοὶ ἑκατέρωθεν βάλλοντες εἶργον , καὶ ἅμα ἐκεῖνοι οὐκ ἀντεπῇσαν , ἀλλ’ ἡσύχαζον · τοὺς δὲ ψιλούς , μάλιστα αὐτοῖς ἐπιθέοντες προσκέοιντο , ἔτρεπον , καὶ οἳ ὑποστρέφοντες ἠμύνοντο , ἄνθρωποι κούφως τε ἐσκευασμένοι καὶ προλαμβάνοντες ῥᾳδίως τῆς φυγῆς χωρίων τε χαλεπότητι καὶ ὑπὸ τῆς πρὶν ἐρημίας τραχέων ὄντων , ἐν οἷς οἱ Λακεδαιμόνιοι οὐκ ἐδύναντο διώκειν ὅπλα ἔχοντες .
4.34.1 χρόνον μὲν οὖν τινὰ ὀλίγον οὕτω πρὸς ἀλλήλους ἠκροβολίσαντο · τῶν δὲ Λακεδαιμονίων οὐκέτι ὀξέως ἐπεκθεῖν προσπίπτοιεν δυναμένων , γνόντες αὐτοὺς οἱ ψιλοὶ βραδυτέρους ἤδη ὄντας τῷ ἀμύνασθαι , καὶ αὐτοὶ τῇ τε ὄψει τοῦ θαρσεῖν τὸ πλεῖστον εἰληφότες πολλαπλάσιοι φαινόμενοι καὶ ξυνειθισμένοι μᾶλλον μηκέτι δεινοὺς αὐτοὺς ὁμοίως σφίσι φαίνεσθαι , ὅτι οὐκ εὐθὺς ἄξια τῆς προσδοκίας ἐπεπόνθεσαν , ὥσπερ ὅτε πρῶτον ἀπέβαινον τῇ γνώμῃ δεδουλωμένοι ὡς ἐπὶ Λακεδαιμονίους , καταφρονήσαντες καὶ ἐμβοήσαντες ἁθρόοι ὥρμησαν ἐπ’ αὐτοὺς καὶ ἔβαλλον λίθοις τε καὶ τοξεύμασι καὶ ἀκοντίοις , ὡς ἕκαστός τι πρόχειρον εἶχεν .