4.27.3 Κλέων δὲ γνοὺς αὐτῶν τὴν ἐς αὑτὸν ὑποψίαν περὶ τῆς κωλύμης τῆς ξυμβάσεως οὐ τἀληθῆ ἔφη λέγειν τοὺς ἐξαγγέλλοντας . παραινούντων δὲ τῶν ἀφιγμένων , εἰ μὴ σφίσι πιστεύουσι , κατασκόπους τινὰς πέμψαι , ᾑρέθη κατάσκοπος αὐτὸς μετὰ Θεαγένους ὑπὸ Ἀθηναίων .
4.27.4 καὶ γνοὺς ὅτι ἀναγκασθήσεται ταὐτὰ λέγειν οἷς διέβαλλεν τἀναντία εἰπὼν ψευδὴς φανήσεσθαι , παρῄνει τοῖς Ἀθηναίοις , ὁρῶν αὐτοὺς καὶ ὡρμημένους τι τὸ πλέον τῇ γνώμῃ στρατεύειν , ὡς χρὴ κατασκόπους μὲν μὴ πέμπειν μηδὲ διαμέλλειν καιρὸν παριέντας , εἰ δὲ δοκεῖ αὐτοῖς ἀληθῆ εἶναι τὰ ἀγγελλόμενα , πλεῖν ἐπὶ τοὺς ἄνδρας .
4.27.5 καὶ ἐς Νικίαν τὸν Νικηράτου στρατηγὸν ὄντα ἀπεσήμαινεν , ἐχθρὸς ὢν καὶ ἐπιτιμῶν , ῥᾴδιον εἶναι παρασκευῇ , εἰ ἄνδρες εἶεν οἱ στρατηγοί , πλεύσαντας λαβεῖν τοὺς ἐν τῇ νήσῳ , καὶ αὐτός γ’ ἄν , εἰ ἦρχε , ποιῆσαι τοῦτο .
4.28.1 δὲ Νικίας τῶν τε Ἀθηναίων τι ὑποθορυβησάντων ἐς τὸν Κλέωνα , ὅτι οὐ καὶ νῦν πλεῖ , εἰ ῥᾴδιόν γε αὐτῷ φαίνεται , καὶ ἅμα ὁρῶν αὐτὸν ἐπιτιμῶντα , ἐκέλευεν ἥντινα βούλεται δύναμιν λαβόντα τὸ ἐπὶ σφᾶς εἶναι ἐπιχειρεῖν .
4.28.2 δὲ τὸ μὲν πρῶτον οἰόμενος αὐτὸν λόγῳ μόνον ἀφιέναι ἑτοῖμος ἦν , γνοὺς δὲ τῷ ὄντι παραδωσείοντα ἀνεχώρει καὶ οὐκ ἔφη αὐτὸς ἀλλ’ ἐκεῖνον στρατηγεῖν , δεδιὼς ἤδη καὶ οὐκ ἂν οἰόμενός οἱ αὐτὸν τολμῆσαι ὑποχωρῆσαι .