4.28.3 αὖθις δὲ Νικίας ἐκέλευε καὶ ἐξίστατο τῆς ἐπὶ Πύλῳ ἀρχῆς καὶ μάρτυρας τοὺς Ἀθηναίους ἐποιεῖτο . οἱ δέ , οἷον ὄχλος φιλεῖ ποιεῖν , ὅσῳ μᾶλλον Κλέων ὑπέφευγε τὸν πλοῦν καὶ ἐξανεχώρει τὰ εἰρημένα , τόσῳ ἐπεκελεύοντο τῷ Νικίᾳ παραδιδόναι τὴν ἀρχὴν καὶ ἐκείνῳ ἐπεβόων πλεῖν .
4.28.4 ὥστε οὐκ ἔχων ὅπως τῶν εἰρημένων ἔτι ἐξαπαλλαγῇ , ὑφίσταται τὸν πλοῦν , καὶ παρελθὼν οὔτε φοβεῖσθαι ἔφη Λακεδαιμονίους πλεύσεσθαί τε λαβὼν ἐκ μὲν τῆς πόλεως οὐδένα , Λημνίους δὲ καὶ Ἰμβρίους τοὺς παρόντας καὶ πελταστὰς οἳ ἦσαν ἔκ τε Αἴνου βεβοηθηκότες καὶ ἄλλοθεν τοξότας τετρακοσίους · ταῦτα δὲ ἔχων ἔφη πρὸς τοῖς ἐν Πύλω στρατιώταις ἐντὸς ἡμερῶν εἴκοσιν ἄξειν Λακεδαιμονίους ζῶντας αὐτοῦ ἀποκτενεῖν .
4.28.5 τοῖς δὲ Ἀθηναίοις ἐνέπεσε μέν τι καὶ γέλωτος τῇ κουφολογίᾳ αὐτοῦ , ἀσμένοις δ’ ὅμως ἐγίγνετο τοῖς σώφροσι τῶν ἀνθρώπων , λογιζομένοις δυοῖν ἀγαθοῖν τοῦ ἑτέρου τεύξεσθαι , Κλέωνος ἀπαλλαγήσεσθαι , μᾶλλον ἤλπιζον , σφαλεῖσι γνώμης Λακεδαιμονίους σφίσι χειρώσεσθαι .
4.29.1 καὶ πάντα διαπραξάμενος ἐν τῇ ἐκκλησίᾳ καὶ ψηφισαμένων Ἀθηναίων αὐτῷ τὸν πλοῦν , τῶν τε ἐν Πύλῳ στρατηγῶν ἕνα προσελόμενος Δημοσθένη , τὴν ἀναγωγὴν διὰ τάχους ἐποιεῖτο .
4.29.2 τὸν δὲ Δημοσθένη προσέλαβε πυνθανόμενος τὴν ἀπόβασιν αὐτὸν ἐς τὴν νῆσον διανοεῖσθαι . οἱ γὰρ στρατιῶται κακοπαθοῦντες τοῦ χωρίου τῇ ἀπορίᾳ καὶ μᾶλλον πολιορκούμενοι πολιορκοῦντες ὥρμηντο διακινδυνεῦσαι . καὶ αὐτῷ ἔτι ῥώμην καὶ νῆσος ἐμπρησθεῖσα παρέσχεν .