4.26.6 καὶ ἐσῆγον ἄλλοι τε παρακινδυνεύοντες καὶ μάλιστα οἱ Εἵλωτες , ἀπαίροντες ἀπὸ τῆς Πελοποννήσου ὁπόθεν τύχοιεν καὶ καταπλέοντες ἔτι νυκτὸς ἐς τὰ πρὸς τὸ πέλαγος τῆς νήσου .
4.26.7 μάλιστα δὲ ἐτήρουν ἀνέμῳ καταφέρεσθαι · ῥᾷον γὰρ τὴν φυλακὴν τῶν τριήρων ἐλάνθανον , ὁπότε πνεῦμα ἐκ πόντου εἴη · ἄπορον γὰρ ἐγίγνετο περιορμεῖν , τοῖς δὲ ἀφειδὴς κατάπλους καθειστήκει · ἐπώκελλον γὰρ τὰ πλοῖα τετιμημένα χρημάτων , καὶ οἱ ὁπλῖται περὶ τὰς κατάρσεις τῆς νήσου ἐφύλασσον . ὅσοι δὲ γαλήνῃ κινδυνεύσειαν , ἡλίσκοντο .
4.26.8 ἐσένεον δὲ καὶ κατὰ τὸν λιμένα κολυμβηταὶ ὕφυδροι , καλῳδίῳ ἐν ἀσκοῖς ἐφέλκοντες μήκωνα μεμελιτωμένην καὶ λίνου σπέρμα κεκομμένον · ὧν τὸ πρῶτον λανθανόντων φυλακαὶ ὕστερον ἐγένοντο .
4.26.9 παντί τε τρόπῳ ἑκάτεροι ἐτεχνῶντο οἱ μὲν ἐσπέμπειν τὰ σιτία , οἱ δὲ μὴ λανθάνειν σφᾶς .
4.27.1 ἐν δὲ ταῖς Ἀθήναις πυνθανόμενοι περὶ τῆς στρατιᾶς ὅτι ταλαιπωρεῖται καὶ σῖτος τοῖς ἐν τῇ νήσῳ ὅτι ἐσπλεῖ , ἠπόρουν καὶ ἐδεδοίκεσαν μὴ σφῶν χειμὼν τὴν φυλακὴν ἐπιλάβοι , ὁρῶντες τῶν τε ἐπιτηδείων τὴν περὶ τὴν Πελοπόννησον κομιδὴν ἀδύνατον ἐσομένην , ἅμα ἐν χωρίῳ ἐρήμῳ καὶ οὐδ’ ἐν θέρει οἷοί τε ὄντες ἱκανὰ περιπέμπειν , τόν τε ἔφορμον χωρίων ἀλιμένων ὄντων οὐκ ἐσόμενον , ἀλλ’ σφῶν ἀνέντων τὴν φυλακὴν περιγενήσεσθαι τοὺς ἄνδρας τοῖς πλοίοις τὸν σῖτον αὐτοῖς ἦγε χειμῶνα τηρήσαντας ἐκπλεύσεσθαι .
4.27.2 πάντων τε ἐφοβοῦντο μάλιστα τοὺς Λακεδαιμονίους , ὅτι ἔχοντάς τι ἰσχυρὸν αὐτοὺς ἐνόμιζον οὐκέτι σφίσιν ἐπικηρυκεύεσθαι · καὶ μετεμέλοντο τὰς σπονδὰς οὐ δεξάμενοι .