3.92.4 ἀκούσαντες δὲ οἱ Λακεδαιμόνιοι γνώμην εἶχον τὴν ἀποικίαν ἐκπέμπειν , τοῖς τε Τραχινίοις βουλόμενοι καὶ τοῖς Δωριεῦσι τιμωρεῖν , καὶ ἅμα τοῦ πρὸς Ἀθηναίους πολέμου καλῶς αὐτοῖς ἐδόκει πόλις καθίστασθαι · ἐπί τε γὰρ τῇ Εὐβοίᾳ ναυτικὸν παρασκευασθῆναι ἄν , ὥστ’ ἐκ βραχέος τὴν διάβασιν γίγνεσθαι , τῆς τε ἐπὶ Θρᾴκης παρόδου χρησίμως ἕξειν . τό τε ξύμπαν ὥρμηντο τὸ χωρίον κτίζειν .
3.92.5 πρῶτον μὲν οὖν ἐν Δελφοῖς τὸν θεὸν ἐπήροντο , κελεύοντος δὲ ἐξέπεμψαν τοὺς οἰκήτορας αὑτῶν τε καὶ τῶν περιοίκων , καὶ τῶν ἄλλων Ἑλλήνων τὸν βουλόμενον ἐκέλευον ἕπεσθαι πλὴν Ἰώνων καὶ Ἀχαιῶν καὶ ἔστιν ὧν ἄλλων ἐθνῶν . οἰκισταὶ δὲ τρεῖς Λακεδαιμονίων ἡγήσαντο , Λέων καὶ Ἀλκίδας καὶ Δαμάγων .
3.92.6 καταστάντες δὲ ἐτείχισαν τὴν πόλιν ἐκ καινῆς , νῦν Ἡράκλεια καλεῖται , ἀπέχουσα Θερμοπυλῶν σταδίους μάλιστα τεσσαράκοντα , τῆς δὲ θαλάσσης εἴκοσι . νεώριά τε παρεσκευάζοντο , καὶ εἶρξαν τὸ κατὰ Θερμοπύλας κατ’ αὐτὸ τὸ στενόν , ὅπως εὐφύλακτα αὐτοῖς εἴη .
3.93.1 οἱ δὲ Ἀθηναῖοι τῆς πόλεως ταύτης ξυνοικιζομένης τὸ πρῶτον ἔδεισάν τε καὶ ἐνόμισαν ἐπὶ τῇ Εὐβοίᾳ μάλιστα καθίστασθαι , ὅτι βραχύς ἐστιν διάπλους πρὸς τὸ Κήναιον τῆς Εὐβοίας . ἔπειτα μέντοι παρὰ δόξαν αὐτοῖς ἀπέβη · οὐ γὰρ ἐγένετο ἀπ’ αὐτῆς δεινὸν οὐδέν .